p.oxy.56.3859
[1] τῷ δεσπότῃ μου καὶ ἀδελφῷ Σαραπάμμωνι Ὡριγένης πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαι τῇ θείᾳ προνοίᾳ περὶ τῆς ὁλοκληρίας σου ὅπως ὑγιαίνοντα καὶ εὐθυμοῦντα καὶ ἀπολαβεῖν τὰ παρʼ ἐμοῦ γράμματα, κύριέ μου ἄδελφε. καθὼς ἔπεμψάς μοι Παπνοῦθιν, διὰ τῶν σῶν γραμμάτων ἐδήλωσάς μοι…