no image
DDbDP-text
Pétition de cultivateurs empêchés dans leur travail via HGV-meta
Linked by Trismegistos ID
TM 11214.
Each record below describes this same artifact or text from a different angle.
Ἰουλίῳ Ἰουλιανῷ ἑκατοντάρχῳ παρὰ Ἑριεῦτος Στοτοήτεως λαξοῦ καὶ Παβουκᾶτος Παβοῦτος καὶ Ἑριέως Πακύσεως καὶ Ἀπύγχεως Ὡρίωνος καὶ Ἐσούρεως Παουιτῆτος καὶ Δημᾶ Δημᾶ καὶ Ὀρσενούφεως Ἑριέως καὶ Πετεσούχου Σώτου καὶ Ὥρου μητρὸς Θαϊσᾶτος καὶ Σωτηρίχου ἀπάτορος μητρὸς Θαήσεως καὶ Τεικᾶ Πακύσεως καὶ Πατῆτος Σαταβοῦτος καὶ Παβοῦτος Παβοῦτος καὶ Κάννι τος Πατῆτος καὶ Σώστου Παβοῦτος καὶ Πάϊτος Σαταβοῦτος καὶ Πακύσιος Ψενήσιος καὶ Ἀπύγχεως Ἀπύγχεως καὶ Ἀβοῦτος Σαταβοῦτος καὶ Πακύσεως Ἑριέως καὶ Ποῦσι Ματάϊτος καὶ Πακύσεως Ἀπύγχεως καὶ Σαταβοῦτος Πακύσεως καὶ Ἀεῖτος Κάν νητος καὶ Μέλανος Ἀρήυτος, πάντων ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρα κλείδου μερίδος. δέησίν σοι προσφέρομεν, κύριε, χρῄζουσαν τῆς σῆς ἐκδι κίαςἐγδικίας ἥτις ἔχει τὸν τρόπον τοῦτον· ἔστιν παρʼ ἡμῖνυμιν αἰγιαλὸς ἀναγραφόμε νος περὶ τὴν ἡμετέραν κώμην, ὢνὂν ἐν πλείσταις ἀρούραις· καὶ ὁπόταν ἡ τοι αύτη γῆ ἀποκαλυφθῇ, μισθοῦται καὶ σπείρεται κατὰ τὴν συνήθειαν ἐκφορί ου κατʼ ἄρουραν, καὶ τοῦτο μετρεῖται τῷ ἱερωτάτῳ ταμιείῳ, καὶ διὰ αὐτὸαυτω τοῦτο τὸ μέρος πάντα τὰ ὑποστέλλοντα τῇ κώμῃ πάμπολλα ὄντα ἀπο δίδοται ἕνεκα τοῦ μὴ ἔχειν τὴν κώμην μήδτε ἰδιωτικὴν γῆν μήδτε βασιλικὴν μηδὲ ἄλλην ἰδέανεἰδέαν. ἀλλὰ ὑπὲρ τοῦ πάντας δυνηθῆναι ἐν τῇ ἰδίᾳ συμμένειν, μάλιστα τοῦ λαμπροτάτου ἡγεμόνος ΣουβατιανοῦΣουβατιανῶ Ἀκύλα κελεύσαντος πάν τας τοὺς ἐπὶἀπο ξένης ὄντας κατεισελθεῖν εἰς τὴν ἰδίαν ἐχομένους τῶν συνηθῶν ἔργων, ἐπεὶ οὖν Ὀρσενοῦφις Στοτοήτεως καὶ οἱτοι τούτου ἀδελφοὶ ὄντες τὸν ἀριθμὸν πέντε ἐπῆλθαν ἡμῖν κωλύοντες τοῦ μὴ σπείρειν τὴν τοιαύτην γῆν, ἀναγκαίως ἐπιδίδομεν ἀξιοῦντες, ἐάν σοι δόξῃ, κελεῦσαι αὐτοὺς ἀχθῆναι ἐπὶ σὲ λόγον ἀποδώσοντας περὶ τούτου. διευτύχει. ἔτους ιϛ Φαῶφι ιδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.