Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.5.1686
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
χμγ βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τριακοστοῦ ἐνάτουἐννάτου μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους εἰκοστοῦ τρίτου Ἁθὺρ ια ἰνδικτίονος τεσσαρεσκαιδεκάτης. Φλαύιος Διόσκορος Ἀπολλῶτος ἀπὸ Ἀφροδίτης τῆς κώμης τοῦ Ἀνταιοπολίτου νομοῦ τῷ δικαίῳ τοῦ εὐαγοῦς μοναστηρίου Ζμῖνος τοῦ διακειμένου περὶ τὴν περαίαν τῆς Πανοσπόλεως διὰ τοῦ εὐλαβεστάτου Ἰωάννου προεστῶτος καὶ τοῦ κατὰ καιρὸν ἐσομένου τοῦ αὐτοῦ μοναστηρίου χαίρειν. ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας πράσεως πεπρακέναι ὑμῖν καὶ παρα κεχωρηκέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα καὶ διηνεκῆ χρόνον τὰς ὑπαρχούσας μοι ἀρούρας τρεῖς ἀνΰδρου γῆς διακειμένας ἐν τῇ νοτίνῃ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐν κλήρῳ Ἱεράδος ἐν τῷ μεγάλῳ γεωργίῳ τοῦ αὐτοῦ εὐαγοῦς μοναστηρίου Ζμῖνος ἀκολούθως ταῖς κατʼ ἀγρὸν ἐκεῖνον γειτνίαις αὐτῶν ἐκ τετραγώνου κυκλόθενκυκλώθεν πρὸς τῷ σε τὸ εὐαγὲς μοναστήριον ἤτοι τοὺς ὑφʼ ὑμᾶς ἀεὶ διοικοῦντας ἡγουμένους τούτων κρατεῖν πρὸς τὸν διασταλμὸν τοῦ δημοσίου κώδικοςκώτικος καὶ ἀποκρίνασθαι τὴν αὐτῶν συντέλειαν πρὸς τὴν ἀπογραφὴν τῆς γεναμένης κατʼ αὐτῶν μετρήσεως Ἰωάννου τοῦ τῆς λογίας μνήμης ἀπογενομένου σχολαστικοῦ καὶ κηνσίτορος ἢ καὶ πρὸς οἵαν οὖν εἰκὸς ἐσομένην μέτρησιν ἐν τῷ Ἀνταιοπολίτου εἰ οὕτω τύχοι καὶ κυριεύειν καὶ δεσπόζειν διὰ παντὸς τῆς τούτων νομῆς καὶ δεσποτείας ὑπὲρ τῆς ὑπὲρ ἐμοῦ νῦν δοθησομένης παρὰ σοῦ ἀστικῆς συντελείας κατὰ τὸ ἐπιβάλλον μοι μέρος ὀνόματος Ἀπολλῶτος Διοσκόρου τοῦ ἐμοῦ πατρὸς ὑπὲρ κανόνος τῆς παρϊούσης τρεισκαιδεκάτηςτρισκδεκάτης ἰνδικτίονος παντοίων χρυσικῶν τίτλων καὶ διαγραφῶν καὶ τῆς ἐμβολῆς ὡσαύτως τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος καὶ προσθήκης αὐτῆς καὶ ναύλων καὶ παντοίων ἀναλωμάτων τῆς ὑποκειμένης τῶν κτημάτων μου τῶν ὄντων ἐν τῷ πεδίῳ Πιαϩσε κώμης Φθλᾶ τῶν μετενεχθεισῶν εἰς τὴν εἰρημένην κώμην Ἀφροδίτην τελουσῶν ὑπὲρ ἀρουρῶν δεκατεσσάρων πλέω ἢ ἔλαττον καθαρᾶς σπορίμης γῆς συνϊόντων εἰς χρυσοῦ νομίσματα τέσσαρα ἄσταθμα καὶ σίτου κανόνος ἀρτάβας δεκαοκτὼ καὶ ἐξεῖναι τῷ προειρημένῳ εὐαγεῖ μοναστηρίῳ τὰς προκειμένας ἀρούρας ἔχειν καὶ ἕξειν μετὰ τῆς σεσυρομένης αὐταῖς συντελείας πρὸς κώδικακώτικα καὶ χρήσασθαι ταύταις παντὶ τρόπῳ ᾧ ἂν βουληθείης δεσποτικῷ δικαίῳ ἀκωλύτως καὶ ἀνεμποδίστως ὑπʼ οὐδενὸς τὸ σύνολον τῶν τε ἐμῶν κληρονόμων ἢ συγκληρονόμων καὶ τῶν ἐκ γένους μοι ἀνηκόντων ἢ ἀγχιστευόντων καὶ τὸν ἐπελευσόμενον εἴς σε περὶ τῶν προειρημένων ἀρουρῶν ἐγὼ ἐκστήσω ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ διὰ παντὸς τοῦ ἐπελευσομένου σοι παντὶ καιρῷ ἐπάναγκες, εἰ δὲ καὶ ἧττον φροντίζω τῆς βεβαιώσεως διπλασίως τὸ προκείμενον τίμημα ἀποδώσω μετὰ καὶ τοῦ διαφέροντος καὶ ἀναλώματος πρὸς τῷ βεβαίαν εἶναι καὶ ἰσχυρὰν ταύτην τὴν πρᾶσιν πανταχοῦ προκομιζομένην ἐπὶ πάσης ἀρχῆς ἥνπερ ἐξεδόμην σοι πρὸς ἀσφάλειαν μεθʼ ὑπογραφῆς ἐμῆς καὶ συνηθῶν μαρτύρων καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλαύιος Διόσκορος Ἀπολλῶτος ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν πρᾶσιν καὶ ὡμολόγησα ἐπὶ τῇ προτεταγμένῃ τιμῇ ὡς πρόκειται. Αὐρήλιος Ορ μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου.Cross-references (3)
- TM-Text 19703 primary
- DDbDP-Text p.lond;5;1686 tier-1
- HGV-Text 19703 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.