Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.5.1692b

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Βασιλείου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τριακοστοῦ μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους πεντεκαιδεκάτου Παχὼν ὀγδόῃ ἀρξομένης πέμπτης ἰνδικτίονος. Φλαυίῳ Διοσκόρῳ υἱῷ τοῦ τῆς μακαρίας μνήμης Ἀπολλῶτος Διοσκόρου τῷ θαυμασιωτάτῳ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ Αὐρηλίου Γεωργίου ἐκ πατρὸς Ψαίου Φαροοῦτος ἐκ μητρὸς Θεονόης θυγατρὸς Ἑρμῆ Βατρῆτος Δίου ἀπὸ κώμης Ψινάβλα τοῦ Πανοπολίτου νομοῦ ποιμὴν χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος πρὸς ἐνιαυσιαῖον χρόνον καρπῶν τῶν νῦν ὄντων τῆς σὺν Θεῷ εἰσιούσης πέμπτης ἰνδικτίονος τὰ ὑπάρχοντά σοι πατρῷα βοσκήματα τοῦ τε γεωργίου ὁλοκλήρου ἀρουρῶν ὅσων ἐστὶν μετὰ παντὸς αὐτῶν τοῦ δικαίου καλουμένου Πιαϩ Παλλ ἀπὸ Ἀκανθῶνος τοῦ μακαρίτου Ἡλιουπολιτευσαμένου καὶ τοῦ ὁλοκλήρου γεωργίου λεγομένου με ν αὐτοῦ τῶν ἀρουρῶν κατὰ τὰ ὅρια, λέγω δὴ τοῦ γεωργίου τῶν κληρονόμων τοῦ τῆς ἐνδόξοῦἐνδοξοτάτης μνήμης Κοτου διακειμένου ἐν τῇ νοτίνῃ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης λεγομένῃ Ἱεράδος Ἀνανείας ος ποιμένος ἐκ νότου Ψιλάμπωνψιλμπων καὶ μεμίσθωμαι ὁμοίως παρὰ σοῦ καὶ τὸ ὁλόκληρον βόσκημα τῆς κατα κατὰ κέλευσιν τοῦ σοῦ πατρὸς Ἀπολλῶτος διακείμενον ἀρουρῶν δεκανίαςδεκανείαςδέκα Νέας Φοννέως λεγομένης Ἀθανασίας ἐφʼ ᾧ με τὰ προκείμενα βοσκήματα μετὰ παντὸς αὐτῶν τοῦ δικαίου ἔχειν ὑπʼ ἐμὲ εἰς βοσκὴν καὶ εἰς κατανομὴν τῶν ἐμῶν θρεμμάτων καὶ διδόναι σοι λόγῳ φόρου ἤτοι μισθοῦ ἐτησίας νομῆς τῶν εἰρημένων τριῶν κτημάτων ἀρουρῶν ὅσων εἰσὶν νομίσματος χρυσοχοικῷ σταθμῷ τῆς αὐτῆς κώμης Ἀφροδίτης. ἡ μισθωτικὴ ὁμολογία κυρία ἔσται καὶ βεβαία ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς συνηθῶν ἐπιμαρτυρούντων καὶ ἐφʼ ἅπαντα ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Γεώργιος Ψαίου ποιμὴν ἀπὸ κώμης Ψινάβλα ὁ προγεγραμμένος μεμίσθωμαι ὡς πρόκειται. ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ Γεωργίου. μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ Γεωργίου. Ἀβρααμίου μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ Γεωργίου. μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ Γεωργίου. διʼ ἐμοῦ Ἑρμαυῶτος νομικοῦ ἐγράφη.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.