Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.michael.43
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
μετὰ τὴν ὑπατείαν Φλαουίου Φιλοξένου τοῦ ἐνδοξοτάτου, Παῦνι ιδ, πέμπτης ἰνδικτίονος κατὰ θεῖον θέσπεισμα. διʼ ἐμοῦ Φλαουίου Σαμουηλίου Κολλούθου, πατρὸς αὐτῶν τοῦ καὶ ποιουμένου τὸν λόγον αὐτῶν, στρατιώτου τοῦ ἀριθμοῦ τοῦ Πτολεμαίδου νομοῦ ἀπὸ κώμης Τανυαίθεως νομοῦ Ἀπολλωνος Πόλεως Μικρᾶς, βραδέως ὑπογράφοντος ἰδίοις γράμμασιν, Αὐρηλίῳ Φοιβάμμωνι Τριαδέλφου συντελεστῇ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ χαίρειν. ἐξεμίσθωσά σοι πρὸς ὀκτωέτη χρόνον ἀπὸ καρπῶν τῆς σὺν Θεῷ ἕκτης ἰνδικτίονος τὸ ὑπάρχον μοι γεώργιον ἀρουρῶν ὅσων ἐστιν ὡς εἴκοσι ὀκτὼ ἀρουρῶν διακείμενον ἐν τῇ ἀπηλιωτικῇ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐν κλήρῳ ούσης κώμης Θμονάχθη, σὺν διχώρῳ λάκκῳ καὶ δεξαμενῇ καὶ φυτοῖς καὶ φοίνιξι καὶ πᾶσι τοῖς ἐν αὐτῷ ἐνοῦσι δικαίοις· ἐφʼ ᾧ σε τοῦτο ἔχειν ὑπό σε καὶ τὴν πᾶσαν γεωργικὴν ἐργασίαν ποιησάσθαιποιησαθαι ἐκ τῶν ἰδίων σου ἀναλωμάτων καὶ κτηνῶν, καὶ διδόναι τὸν φόρον ἐν μὲν ἑκάστης ἀρούρης ἀρτάβας πέντε , δίμοιρον ἐν πυρῷ, τρίτον ἐν κριθαῖς, μέτρῳ τοῦ λαμπροτάτου καὶ εὐδοκίμου Ἀπολλωνίδου σκριναρίου, καὶ χόρτου μονόκοπος εἰ, ὃ μὴ εἴη, μὴ ἔλθῃ ὁ Νεῖλος ποτισθῆναι τὸ κλῆρον, παρέξεις μοι ὑπὲρ τοῦ ἡμίσουςἥμισυ τετάρτου 𐅵 δ μέρους τοῦ κλήρου ἑκάστης ἀρούρης ἀρτά βας , δίμοιρον ἐν πυρῷ, τρίτον ἐν κριθαῖς, τῷ αὐτῷ μέτρῳ· εἰ δὲ ὁ Θεὸς δοίη ἐκ κυκλάδος ἀβρόχου ποτισθῆναι μέρος ἐκ τούτου, συγκλίσεις δὲ τοῦ παντὸς , καὶ ὑπὲρ χόρτου ἀργυρίου τάλαντα τρισχίλιατρισχείλια· παρέξεις δὲ μοι καὶ τυροὺς πεντήκοντα καὶ λαψάνης κολοβὰ τέσσαρα καὶ ὀρνιθ ἑορτηεκ τῶν καρποφορούντων φυτῶν εἰς ἡμᾶς μερισθήσεται κατὰ τὸ ἥμισυ . προσομολογῶ δε ἐσχηκέναι παρά σου σήμερον λόγῳ χρέους χρυσοῦ νομισμάτια δέκα ὀκτὼ ἕκαστον παρὰ κεράτια δύο χρυσοχοικῷ σταθμῷ τῆς αὐτῆς κώμης Ἀφροδίτης καὶ σίτου κεφαλαίου ἀρτάβας πεντήκοντα ὀκτὼ καθαροῦ κόκκου μέτρῳ Ἰωάννου Φρηρίου τοῦ ἐμοῦ προγεωργοῦ, γίνεται χρυσοῦ νομισμάτια ιη παρὰ κεράτια λϛ χρυσοῦ σταθμοῦ καὶ σίτου ἀρτάβαι νη, καὶ ταῦτα εἶναι ἐπάνω τοῦ προκειμένου γεωργίου· καὶ ἑτοίμως ἔχω ταῦτα ἀποδοῦναί σοι ἐν καιρῷ τῷ ἐξερχομένου σου ἐκ τοῦ κλήρου· μέντοι γε ἀποκουφίσω σοι ἐκ τοῦ προκειμένου φόρου κατʼ ἔτος ὑπὲρ τῆς παραμυθείας τῶν δέκα ὀκτὼ χρυσίνων καθʼ ἕκαστον ἐνιαυτὸν σίτου ἀρτάβας δέκα πέντε · τὰς δὲ πεντήκοντα ὀκτὼ ἀρτάβας τοῦ σίτου ταύτας ἀποδώσω σοι ἐν καιρῷ τῆς σὺν Θεῷ ἕκτης ἰνδικτίονος ἀτοκί· εἰ δὲ μὴ ἀποπληρώσω σοι ἐπὶ τῆς αὐτῆς ἕκτης ἰνδικτίονος ὡς προεῖπον μετὰ τε τὴν ἕκτην ἰνδικτίονα, ἄνω χωρηγήσω σοι λόγῳ παραμυθείας τοῦ προκειμένου μέτρου κατʼ ἔτος σίτου ἀρτάβας δέκα ἐκ τοῦ αὐτοῦ φόρου ἄχρι ἀποδόσεως τοῦ προκειμένου μέτρου· εἰ δὲ ἀπαιτήθην σε ὑπὲρ ἐμοῦ λόγῳ δημοσίου, ἀποκουφίσω σοι αὐτὰ ἐκ τοῦ φόρου καθʼ ὁμοιότητα τῶν ἄλλων μισθωτῶν τῆς αὐτης κώμης. τῆς δὲ καταβολῆς γιγνομένης τῶν δέκα ὀκτὼ νομισματίων καὶ τὰς πεντήκοντα ὀκτὼ ἀρτάβας τοῦ σίτου ἐν προχρείας ἐν τῇ τεσσαρασκαιδεκάτῃ τοῦ μηνὸς Παῦνι ἡμέρας, παρελθούσης δὲ τῆς προκειμένης ἡμέρας κατʼ ἔτος καὶ εἰ μὴ αποδοίην σοι τῆς προκειμένης προχρείας, ἐξουσίαν ἔχεις τὸ αὐτὸ γεώργιον ἐπὶ τὸν ἐπίοντα κύκλον ἔχειν καὶ γεωργεῖν τὸν τόπον ἀναμφιλόγως ἡ ἀντιμίσθωσις κυρία καὶ βεβαία· καὶ ἐπερωτηθ Φλαούιος Σαμουὴλ Κολλούθου στρατιώτης ὁ προκείμενος ἐξεμίσθωσαἐξημίσθωσα καὶ ἀποθήσωἀποθωσω σίτου ἀρτάβας προχρείας ὡς πρόκειται· ὑπογράψας ἀπέλυσα. Ἰωάννης Ἀβρααμίου μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. ιος Βίκτορος ος μαρτυρῶ τῇ ἀντιμισθώσειἀντημισθώση ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Θωμᾶς Ἰωάννου μαρτυρῶ τῇ αρεμωνιαμ ἔγραψα ἀξιωθεὶς ὑπὲρ αὐτοῦ προκειμένου ηλίου συξηα τῇ ἀντιμισθώσειἀντιμισθώσοι καὶ τῆς προχρείας μη ἐγράφη διʼ ἐμοῦ Ἀβρααμίου Ἀπυγχίου ὑποθήκη Ἀρχαγγέλου καὶ ὑποθήκη κατʼ ἀπο μη.Cross-references (3)
- TM-Text 21419 primary
- DDbDP-Text p.michael;;43 tier-1
- HGV-Text 21419 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.