Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.michael.46
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τριακοστοῦ τρίτου, μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους ὀκτωκαιδεκάτου, Μεσορὴ κγ ὀγδόης ἰνδικτίονος Αὐρήλιος Βῆσις ἐκ πατρὸς Φοιβάμμωνος ἐκ μητρὸς Ταβῆς ποιμὴν ὁρμώμενος ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, Αὐρηλίοις Φοιβάμμωνι υἱῷ Τριαδέλφου καὶ Βίκτορι υἱῷ Κολλούθου τοῖς θαυμασιωτάτοις συντελεσταῖς ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρʼὑμῶν πρὸς τριέτη χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν Θεῷ εὐτυχῶς ἐσομένης ἐννάτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου τὸ ὑπάρχον ὑμῖν ὁλόκληρον μέρος τοῦ ὁλοκλήρου γεωργίου ἀρουρῶν ὅσων ἐστιν νοσσυ σὺν μέρει τοῦ ἐκεῖσε λάκκου καὶ δεξαμενῇ καὶ μονῇ καὶ λαχανιᾷ μετὰ παντὸς τούτου τοῦ δικαίου πρὸς τὰ ἀρχαῖα αὐτοῦ ὅρια κυκλόθενκυκλώθεν διακειμένα ἐν τῇ ἀπηλιωτικῇ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης μετὰ γῆς Φοιβάμμωνος· ἐφʼ ᾧ με τοῦτο ἐχειν ὑπʼ ἐμὲ καὶ τὴν πᾶσαν γεωργικὴν ἐργασίαν ποιήσασθαι ἐκ τῶν ἰδίων μου ζῴων καὶ ἀναλωμάτων καὶ γεωργῶν, πρὸς συγκλισμὸν τοῦ παντὸς τοῦ κλήρου ἐν τελείῳ καὶ ἀβροχικῷ, ὅ μὴ εἴη, ἐφʼ ἡμίσεως vestiges δικαίων ση κατὰ τὸ ἥμισυ μέρος, ἐμαυτὸν λαβεῖν μέρους ἓν ὑπὲρ τῶν ἐμῶν καμάτων, ὑμᾶς δὲ λαβεῖν μέρους ἓν ὑπὲρ τῶν ἐκφορίων· τῆς δὲ σπερμοβολίας ερχομένης εν ἐπέργου, καὶ τὴν τούτων μεταφορὰν ποιήσω τοῦ γεωργικοῦ ὑμῶν μέρους γενήματός τε καὶ ἀχύρου ἕως τῆς ὑμῶν οἰκίας, τοῦ ἀναλώματος ἐκ τοῦ κοινοῦ ἀποπληρώσομεν· ὥστε ὑμᾶς λαβεῖν κατʼκαθʼ ἔτος τὸν μισθὸν τοῦ ξυλίνου ὑμῶν ὀργάνου εἰς κοινά, καὶ τὸ ἀνάλωμα ἐκ τοῦ κοινοῦ ἡμῶν ἀποπληρώσομεν· εἰ δὲ μέρος καταφρονήσω τῆς γεωργίας, ἐφʼ ᾧ δὲ ὑμᾶς λαβεῖν τὸ μέρος ὑμῶν ἀπὸ τοῦ πεφιλοκαλημένου· παρέξω δὲ ὑμῖν καθʼ ἔτος τυροὺς ξηροὺς γεουχικοὺς καλοὺς τεσσεράκοντα καὶ λεμψάνηςλεμψάνας κολοβὰ δύο ἀναμφιλόγως. ἡ μίσθωσιςμισθωσι κυρία ἔσται καὶ βεβαία, καὶ ἐφʼ ἅπαντα ἐπερωτηθεὶς ὡμολόγησα δισσὴν γραφὴν ὁμότυπον. Αὐρήλιος Βῆσις Φοιβάμμωνος ὁ προγεγραμμένος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἰεζηκιὴλ Βίκτορος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Ἰωάννης Ἀβρααμμίου μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Ἑρμαυῶτος νομικοῦ ἐγράφηCross-references (3)
- TM-Text 21422 primary
- DDbDP-Text p.michael;;46 tier-1
- HGV-Text 21422 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.