Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

cpr.9.26

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους ἐννεακαιδεκάτουἐννακαιδεκάτου μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους τετάρτου τῃ ἐνάτης ἰνδικτίονος. Αὐρηλίῳ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἰωσηφίου Ἀντινόου μητρὸς Μαρίας γεωργοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἰωσῆφις γεωργὸς ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς ἀρετῆς ἐπὶ διετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης δεκάτης ἰνδικτίονος τὰς ὑπαρχούσας τῇ σῇ ἀρετῇ σπορίμης γῆς ἀρούρας δεκαὲξ σὺν τῷ ἐπιβάλλοντι αὐταῖς μέρει τοῦ ἐκεῖσε λάκκου καὶ τοῦ αὐτοῦ κυκλευτηρίου καὶ βοοστασίου καὶ τῆς εἰσόδου καὶ ἐξόδου κεχωσμένου καὶ ἀχρηματίστου λάκκου καὶ παντὸς δικαίου ἀρουρῶν ὅσων ἐστὶν τυγχάνοντι ἐν τόπῳ καλουμένῳ τοῦ Ἑρμουπολίτου νομοῦ εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου τούτων κατʼ ἔτος παρέχω σίτου ἀρταβῶν ἓξ καὶ κριθῶν ἀρταβῶν ου, ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον ἀποδώσω σοι ἐν τῷ μηνὶ Ἐπεὶφ ἀνυπερθέτως καὶ ἀποκαταστήσω τὸν αὐτὸν φόρον εἰς οἶκόν σου ἐν Ἑρμοῦ πόλει ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι κατʼ ἔτος παρέξω δέ σοι καθʼ ἕκαστον ἔτος λόγῳ συνηθείας παρέξω δὲ πρὸς τῷ προκειμένῳ φόρῳ ὑπὲρ φόρου τοῦτό ἐστιντουτεστιν δέκατον μέτρῳ Ἀθηναίῳ καὶ ταύτας ἀποδώσω δέ σοι κατʼ ἔτος λόγῳ συνηθείας τυροὺς καὶ σταχύωνσταχύων δέματα ἑβδομήκοντα πέντε καὶ γάλακτοςγαλατος χύτραςκύθρας σου κεράτια τρία καὶ ὄνους δύο εἰς μετα φορὰν πρὸς τὴν ἑορτήνρν κώμης Θύνεως εἰς τὸ ἀπελθεῖν καὶ ἐλθεῖν τὸν σὸν θε ἐν καιρῷ τῆς σῆς ἀρτοποιείας ς ἄνευ μισθῶν ἀλλότριος δὲ εἰςπεφουμένου ἀμπελῶνος τ τῶν αὐτῶν εἰς ταύτην τὴν μίσθωσιν καὶ ρενουετετιμ καὶ τῶν συνηθειῶν πασῶνπαντῶν τῶν γενικῶς καὶ ἰδικῶς καθάπερ ἐκ δίκης. τὸ παρὸν γράμμα τῆς μισθώσεως κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἰωσῆφις Ἀντινόου ἀπὸ Ἑρμοῦ πόλεως ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Διονύσιος ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Ταυρῖνος Ἰσακίου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος κλείου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου διʼ ἐμοῦ ἐγράφη κύριε βοήθει

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.