Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.12.2172
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
πέμπτῃ, ἑβδόμης ἰνδικτίονος. Φλαυίῳ Ταυρίνῳ υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Ἰωάννου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἠλίου ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς ἀρετῆς ἐπὶ ετῆ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης ὀγδόης ἰνδικτίονος τὰς ὑπαρχούσας τῇ σῇ θαυμασιότητι ἀρούρας εἰκοσιπέντε σὺν τῷ ἐπιβάλλοντι αὐταῖς μέρει λάκκου ἀπὸ γεωργίου ἀρουρῶν τριάκοντα μιᾶς σὺν ὁλοκλήρῳ λάκκῳ κατὰ κοινωνίαν τῶν σῶν κατὰ πατέρα ἀνεψιῶν τῶν ὑπολοίπων ἀρουρῶν ἓξ καὶ τοῦ ὑπολοίπου μέρους τοῦ αὐτοῦ λάκκου εἰς συμ πλήρωσιν τῶν ἀρουρῶν τριάκοντα μιᾶς , διακειμένων ἐν τῷ ἀπηλιώτῃ τῆς αὐτῆς πόλεως, εἰς σπο ρὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου τῶν αὐτῶν ἀρουρῶν εἰκοσιπέντε κατʼκαθʼ ἔτος σίτου ἀρταβῶν ἑκατὸν καὶ φασήλου ἀρταβῶν καὶ ἀράκου ἀρταβῶν τριακονταδύο ἡμίσους καὶ φακοῦ ἀρταβῶν εα φασήλουπασήλου καὶ ἀράκου καὶ φακοῦ ἐφʼ ἁλώνων τῆς αὐτῆς πόλεως καὶ χόρτου κολοβο φυοῦς ν δώδεκα ταῖς σαῖς σαργάναις ταριχίων βρωσίμων ἀγρείων ὅνπερ σιτικὸν φόρον μετρήσω τῇ σῇ ἀρετῇ νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ ἀνυπερθέτως ἐν μηνὶ Ἐπεὶφ κατʼ ἔτος καὶ ἀποκαταστήσω τὸν αὐτὸν φόρον εἰς οἶκόν σου ἐν Ἑρμουπόλει ἰδίοις μου ζῴοις, ἕτοιμος δὲ ἔχω καὶ τοῦτον τελειῶσαι ἀπὸ τῶν δαπανημάτων καὶ μισθοῦ οἰκοδόμων, ὑποκειμένων τῇ σῇ θαυμασιότητι εἰς ταύτην τὴν μίσθωσιν πάντων μοι τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων ἰδικῶς καὶ γενικῶς καθάπερ ἐκ δίκης· τὸ γράμμα ταύτης τῆς μισθώσεως κύριον καὶ βέβαιον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἠλίας ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Βίκτωρ Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Ἰωσῆφις Βίκτορος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου vestigesCross-references (3)
- TM-Text 16124 primary
- DDbDP-Text bgu;12;2172 tier-1
- HGV-Text 16124 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.