Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.masp.3.67303
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους εἰκοστοῦ ἕκτου, μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους δωδεκάτου, Παχὼν δευτέρᾳ ληγούσης πρώτης ἰνδικτίονος Αὐρήλιος Μηνᾶς Ψαίου ἐκ μητρὸς Ῥεβέκκας, γεωργὸς μισθωτὴς, ἀπὸ τῆς πεδιάδος κώμης Τανυαίθεως τοῦ Ἀπολλωνοπολίτου μικροῦ νομοῦ, τὰ νῦν διάγων ἐνταῦθα ἐπὶ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, μετʼ ἐγγυητοῦ τοῦ καὶ ἐγγυομένου αὐτὸν πρὸ πᾶσαν ἔκτισιν καὶ ἀπόδοσιν τοῦ ἑξῆς δηλουμένου μισθοῦ τῆς ἑλκυστῆςἑλκιστῆς ἀμάξης καὶ τῆς ταύτης ἀποκαταστάσεως ἀβλαβῶς ἐμοῦ Αὐρηλίου Παλῶτος Ἑρμαυῶτος ἐκ μητρὸς Θέκλας, τέκτονος ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης, Φλαυίῳ Διοσκόρῳ, υἱῷ τοῦ τῆς μακαρίας μνήμης Ἀπολλῶτος Διοσκόρου, τῷ θαυμασιωτάτῳ συντελεστῇ ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης, χαίρειν. ὁμολογῶ ἑκὼν καὶ πεπεισμένος μεμισθῶσθαι παρʼ ὑμῶν, πρὸς ὅσας ἡμέρας τῆς ἐργασίας τῆς μόνης συλλογῆς τῶν ἐμῶν γενημάτων τῶν ὑπʼ ἐμὲ τριῶν κτημάτων ἐπὶ τῆς παρούσης μόνης δευτέρας ἰνδικτίονος, τὴν ὑπάρχουσαν ὑμῖν ἑλκυστὴνἑλκιστὴν ἄμαξαν σεσιδηρωμένηνσεσιδηρομένην καὶ ἐξηρτισμένην, τοῦτʼ ἔστιτουτέστι τοὺς δύο τροχοὺς σὺν περιβλήμασι σιδηροῖς καὶ χοινικίσι καὶ ἴτυσι καὶ πυρίνθῳ σὺν κρικίοις καὶ ῥυμῷ καὶ ζυγῷ σὺν ἁλύσεσι καὶ ἄξονι καὶ ξυλινοβαστακίῳ ἤτοι πκωμ, ἐφʼ ᾧ με ταύτην ἔχειν ὑπʼ ἐμὲ εἰς ἐργασίαν τῶν ἐμῶν γενημάτων τῶν ὡς εἴρηται μόνων κτημάτων ἄχρι συλλογῆς τῆς νῦν παρούσης ἐν ἀγρῷ, καὶ διδόναι ὑμῖν λόγῳ μισθοῦ τῆς ταύτης ἐργασίας σίτου καθαροῦ ἀρτάβας δέκα, ἐμῷ ἑξαμέτρῳ ἑκάστης ἀρτάβηςἀρτάβας, καὶ τὴν τούτων μεταφορὰν ποιήσω ἕως τῆς ὑμῶν οἰκίας κινδύνῳ ἐμῷ καὶ πόρῳ πάσης ἐνούσης μοι ὑπάρξεως γενικῶς καὶ ἰδικῶς. καὶ ἑτοίμως ἔχομεν τὴν εἰρημένην ἄμαξαν ἀποκαταστῆσαι ὑμῖν ἐξηρτισμένην ἀβλαβῶς ἀπὸ παντὸς εἴδους ὡς καὶ παρειλήφαμεν νῦν. ἡ μισθωτικὴ ὁμολογία κυρία ἔσται καὶ βεβαία, καὶ ἐφʼ ἅπαντα ἐπερωτηθέντες ὡμολογήσαμεν Αὐρήλιος ὡμολογήσαμεν Αὐρήλιος Μηνᾶς Ψαίου, μετʼ ἐγγυητῶν αὐτοῦ ἡμῶν Αὐρηλίων Παλῶτος Ἑρμαυῶτος, καὶ Δαυεὶδ ἐκ πατρὸς Ἑρμαυῶτος, τεκτόνων, ὁ προκείμενος, μεμίσθωμαι καὶ στοιχεῖστοιχῖ μοι πάντα ὡς πρόκειται Αὐρήλιος Ψέλλως Ἰσακίου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Καλλίνικος εἰδότων Καλλίνικος Βίκτορος μαρτυρῶ τῇ μισθώσειμισθώσι, ἀκούσαςἀκοσαν παρὰ τῶν θεμένων παρόντων καὶ εἰπόντωνειπωντων μοι. . Αὐρήλιος μοι. . Αὐρήλιος Πέτρος Ἑρμαυῶτος μαρτυρῶ τῇ μισθώσειμισθώσι, ἀκούσας παρὰ τῶν θεμένων παρόντων καὶ εἰπόντωνεἰπέντων μοι διʼ ἐμοῦ μοι διʼ ἐμοῦ Πιλάτου νομικοῦ ἐγράφη ιςCross-references (3)
- TM-Text 18430 primary
- DDbDP-Text p.cair.masp;3;67303 tier-1
- HGV-Text 18430 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.