Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.13.666

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἰνδικτίονος Αὐρήλιος Μηνᾶς ἐκ πατρὸς Ψάτε συντελεστὴς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίῳ Κολλούθῳ υἱῷ ΧριστοφόρῳΧριστωφόρῳ καὶ αὐτῷ συντελεστῇσυντελεστονσυντελεστων ἀπὸ κώμης Ἀφροδίτης χαίρειν. ὁμολογῶ ἑκὼν καὶ πεπεισμένος μεμισθῶσθαι παρὰ σοῦ πρὸς τετραέτη χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ ἕκτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνουχρονον τὸ ὑπάρχον σοι ὁλόκληρον κτῆμα ὑποστάσεως ἀρουρῶν ὅσων ἐστὶν καλούμενονκαλουμενου Πρμρης σὺν δυσὶδυσεὶ λάκκοιςλακκου καὶ μονῇμονης καὶ πύργῳπύργου καὶ ἐπαύλειἐπαυλεως καὶ ἀχυροθήκῃἀχυρωθηκης καὶ χωρίῳχορίου καὶ πωμαρίῳπομαρίου καὶ λαχανείᾳλαχανίᾳ καὶ φυτοῖςφυτων καὶ φοίνιξιφοινικων καὶ ἐλαιῶσιἐλεωνων καὶ συκαμινέοιςσυγαμινεων καὶ κιτρίοιςκιτριων καὶ ἀκανθέαιςἀκανθεων καὶ πᾶσιπαντων τοῖςτων φυτοῖςφυτων διαφέροιςδιαφερων ἐγκάρποιςἐγκαρπον τε καὶ ἀκάρποιςἀκαρπον καὶ ταῖςτων περιεξόθεν ἀρουραῖςἀρουρων καὶ δικαίοιςδικαιων πᾶσιπαντων ἐντὸς καὶ ἐκτὸς πρὸς τὰ παλαιὰ αὐτοῦ ὅρια κυκλόθεν διακείμενου ἐν τῇ λιβικῇ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης κλήρουκλύρου Ἀνουφίου ἐφʼ ᾧ με τοῦτο ἔχειν ὑπʼ ἐμὲ εἰς γεωργίαν καὶ εἰς κατάθεσινκατάθησιν ὑφʼ ἡμίσειανἡμεσειαν καὶ τὴν πᾶσαν γεωργικὴν καὶ ἀμπελουργικὴν ἐργασίαν ποιήσασθαι ἐκ τῶντον ἰδίωνἰδίον μου ζῴωνζόͅων καὶ ἀναλωμάτων καὶ γεωργῶν καὶ ποτίσαι ἀδιαλείπτωςἀτιαλείπτοςατιαλεμπτος ἀκαταφρονήτωςἀκαταφρονήτος καὶ σκάπτειν καὶ κλαδοτομεῖνκληταδομεῖν καὶ ὑπορθοῦν καὶ φυλαουργεῖν καὶ σὺν θεῷ τὸτω περιεσόμενον ἐξ αὐτοῦ γλεῦκοςγλεῦκους καὶ τὸντων καρπὸν τῶν φοινίκων καὶ τοῦ πωμαρίουπομαρίου μερισθῆναι εἰς ἡμᾶς ἀνὰ τὸ ἥμισυ μέρος, ἐμὲ μὲν λαβεῖν μέρος ἓν ὑπὲρ τῶν ἐμῶν καμάτων, σὲ δὲ λαβεῖν μέρος ἕν ὑπὲρ τοῦ γεουχικοῦ σου μέρους καὶ ὅτε καλαμιῶ καὶ τὰςτου λεπτὰς σχεῖνσχῖν εἰςεἰν τὴν χρείαν τοῦ ὑπορθοῦνυπορθουν καὶ τὸ ἥμισυ τοῦ μισθοῦ τῆς ξυλίνης ὀργάνηςὠργάνης ἐκ τοῦ κοινοῦ ἀποπληρώσομενἀποπληρώσωμεν καὶ ἑτοίμως ἔχω διδόναι σοι ὑπὲρ ἀποτάκτου φόρου τῶν περιεξόθεν ἀρουρῶν καθʼ ἕτος ἐν τελείῳ καὶ ἀβροχικῷ,ἀβροχικο ὃ μὴ εἴη, σίτου καθαροῦ καὶ φορικοῦ ἀρτάβας δέκα μέτρῳ ἐμοῦ καὶ χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτιον ἓν τῷ σταθμῷ τῆς αὐτῆς κώμης Ἀφροδίτης, γίνονται σίτου ἀρτάβαι ι καὶ χρυσοῦ νομισμάτιον α παρὰ κεράτιον α, καὶ ταῦτα καταβαλεῖν σοι καθʼ ἕτος τὸντα μὲν σῖτονσῖτων ἐν τῇ ἁλωνίᾳ, τὸτὰ δὲ ἓν νομισμάτιον ἐν καιρῷ τοῦ δημοσίου πρὸς τὰ δόξανταδοξαν. ἔχω σου καὶ ὀφείλω ὑπὲρ τῆς προχρείας τῶν βοικῶν ζῴωνζόͅων τοῦτʼ ἔστιν χρυσοῦ νομισμάτια ὀκτὼ ἕκαστονἕκαστων παρὰ κεράτιον ἓν ταῦτα λογίσασθαί σοι ἐν καιρῷ τελειώσεως τοῦ χρόνου τῆςτη παρούσηςπαρουση ἐγγράφου μισθώσεως πρὸς τὰ δόξαντα ἀναμφιλόγωςἀναμφιλόγοςαναμφιβογος ἡ μίσθωσις κυρίακυρι ἔσται καὶ βεβαία καὶ ἐφʼ ἅπανταἅπεντα ἐπερωτηθεὶς ὥμολόγησα. δηλον ότι καὶ ὥστε ἐμὲ διδόναι σοι ὑπὲρ τῆς συμπληρώσεως τοῦ φόρου ὑπὲρ τῶν περιεξόθεν ἀρουρῶν τοῦτʼ ἔστιν οὕτωςοὕτος· εἰ δὲ σπεροῦμαισποιρωσωμε φασούλιαφασούρια ἐπʼ ἔτη ἀπολογίσασθαί σοι φασουλίωνφασουρια ἀρτάβας πέντε , εἰ δὲ μὴ σπεροῦμαισποιρωσωμε φασούλιαφασούρια ἀπολογίσασθαί σοι κριθῶνκριθο͂ν ἀρτάβας πέντε πρὸς τὰ δόξαντα καὶ ἐπὶ τῷ ἐμὲ ἀπολογίσασθαί σοι ἐργαλίδιονἐργαλιδιν σιδηροῦν λιτρῶνλιτρας δέκα ἥμισυ ἐν καιρῷ ἀποστῆναι τοῦ αὐτοῦ κτήματος ὑπὲρ τῶν προείληφαπροειληφαμε παρὰ σοῦ καὶ πάλινπάλειν ὡμολόγησαὡμωλόγησα καὶ ἐξεῖναί μοι μίαν φοίνικα καθʼ ἕτος εἰς λόγονλόγων τοῦ γεωργοῦγεωργος ὑπὲρ τῆς φιλοκαλίαςφιλοκαλείας τῶν ὅλων φοινίκων. ανοκ μηνα περ ψατε στοιχεῖ μοι ταύτῃ τῇ μισθώσειμισθώσι ὡς πρόκειται. Αὐρήλιος Ψάτης ἈνανίαἈνανίας μαρτυρῶ ταύτῃ τῇ μισθώσειμισθώσι ὡς πρόκειται. Αὐρήλιος Γεώργιος Ὀννοφρίου μαρ τυρῶμαρτηρο ταύτῃ τῇ μισθώσειμισθοσις ὡς πρόκειται. διʼ ἐμοῦ Κολλούθου σὺν θεῷ ταβελλίωνος ἐγράφη.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.