Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.gen.1.2ed.21
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
τῶν ὑπαρχόντων αὐτοῖς· τὰ δὲ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλατὰ̓́λλα ὅσα προσήκει γυναικὶ γαμετῆι παρεχέτω Μενεκράτης Ἀρσινόηι ἐνδημῶν καὶ ἀποδημῶν κατὰ δύναμιν τῶν ὑπαρχόντων. καὶ μὴ ἐξέστω Μενεκράτει γυναῖκʼ ἄλλην ἐπεισάγεσθαι ἐπʼ Ἀρσινόην μηδὲ παλλακὴν μηδὲ παιδικὸν ἔχειν μηδὲ τεκνοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς ζώσης Ἀρσινόης μηδʼ ἄλλην οἰκίαν οἰκεῖν ἧς οὐ κυριεύ σει Ἀρσινόη, μηδʼ ἐκβάλλεινἐγβάλλειν μηδὲ ὑβρίζειν μηδὲ κακουχεῖν αὐτὴν μηδὲ τῶν ὑπαρχόντων μηθὲν ἐξαλλοτριοῦν ἄνευ τοῦ ἐπιγραφῆναι τὴν Ἀρσινόην βεβαιώτριαν. ἐὰν δέ τι τούτων ἐπιδειχθῆι ποιῶν ἢ τὰ δέοντα ἢ τὸν ἱματισμὸν ἢ τὰ ἄλλατὰ̓́λλα μὴ παρέχηι αὐτῆιαὐτωι καθὰ γέγραπται, ἀποτεισάτω Μενεκρά της Ἀρσινόηι παραχρῆμα τὴν φερνὴν ἡμιόλιον. κατὰ τὰ αὐτὰ δὲ μηδὲ Ἀρσινόηι ἐξέστω ἀπόκοιτον μηδὲ ἀφήμερον γίνεσθαι ἀπὸ τῆς Μενεκράτου οἰκίας ἄνευ τῆς Μενεκράτου γνώμης μηδʼ ἄλλωι ἀνδρὶ συνεῖναι μηδὲ φθείρειν τὸν κοινὸν οἶκον μηδʼ αἰσχύνειν Μενεκράτην ὅσα φέρει ἀνδρὶ αἰσχύ νην. ἐὰν δὲ Ἀρσινόη ἑκοῦσα βούληται ἀπαλλάσσεσθαι ἀπὸ Μενεκράτου, ἀποδοὺς αὐτῆι Μενεκράτης τὴν φερνὴν ἁπλῆν ἀφʼ ἧς ἂν ἡμέρας ἀπαιτηθῆι ἐν ἡμέραις ξ ἀποπεμψάτω αὐτήν. ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται, ἀποτεισάτω παραχρῆμα ἡμιόλιον. εἴη μὲν ὑγίεια· ἐὰν δέ τις αὐτῶν ἀνθρώπινόν τι πάθῃ καὶ τελευτήσηι, ἔστω τὰ καταλειπόμενα ὑπάρχοντα τοῦ ζῶντος αὐτῶν καὶ τῶν τέκνων τῶν ἐσομένων αὐτοῖς ἐξ ἀλλήλων. μὴ ὄντων δʼ αὐτοῖς τέκνων ἐξ ἀλλήλων ἢ καὶ γενομένων καὶ τούτων ἀπογενομένων πρὸ τοῦ ἐν ἡλικίαι γενέσθαι ἤτοι ἀμφοτέρων περιόντων ἢ καὶ μετὰ τὴν ὁποτερουοῦν αὐτῶν τελευτήν, ἐὰν μὲν Ἀρσινόη προτέρα τι πάθῃ, ἀποδότω Μενεκράτης τὴν φερνὴν πᾶσαν Ὀλυμπιάδι τῆι μητρὶ αὐτῆς, ἐὰν ζῆι, εἰ δὲ μή, τοῖς ἔγγιστα γένει οὖσι αὐτῆς Ἀρσινόης ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω παραχρῆμα ἀντίγραφον συγγραφῆς συνοικισίου Ἀρσινόης εἰς Μενεκράτην.Cross-references (3)
- TM-Text 44544 primary
- DDbDP-Text p.gen;1.2ed;21 tier-1
- HGV-Text 44544 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.