no image
DDbDP-text
Plainte d’une femme contre son gendre via HGV-meta
Petition of a widow against her son-in-law over leased property. Petition from Tetes, a widow of Hermopolis, to the epistrategos Minicius Corellianus against her son-in-law Dioskoros. Despite a judge's ruling in year 9 of Antoninus Pius, he leased out her property, collected rents, and ignored a summons, and she asks for action against him. machine translation
Linked by Trismegistos ID
TM 23604.
Each record below describes this same artifact or text from a different angle.
Μινικίωι Κορελλιανῶι τῶι κρατίστωι ἐπιστρατηγῶι
παρὰ Τετῆτος Τρύφωνος τῶν ἀπὸ Ἑρμοῦ πόλεως τῆς μεγάλης.
Διόσκορος Ἑρμαίου ἀνὴρ τῆς θυγατρός μου Τιεῦτος ἑκάστοτέ σοι κατʼ ἐπιδημίαν παρενοχλῶν καὶ κατεντυγχάνων μου ἀνεπέμφθη ὑπὸ σοῦ πρός μοι ἐπὶ Διόσκορον Μουσαίου κριτὴν τῷ θ ἔτει Ἀντωνείνου Καίσαρος
τοῦ κυρίου, ὃς διαλαβὼν περὶ τῶν ἀμφισβητουμένων
ἡμῖν ἀπεφήνατο φυλάσσων ὅσα ἐθέμεθα ἀλλήλοις
γράμματα. ἐπεὶ δὲ μετὰ τὴν κρίσιν τῇ αὐτῇ αὐθαδείᾳ
χρώμενος ὁ Διόσκορος, καταφρονῶν μου τῆς χηρείας, τὰ ὑπάρχοντά μου ἀλόγως διεμίσθωσε γεωργοῖς
καὶ τῶν μὲν ἐκ μέρους ἐκφόρια ἔλαβεν τοῦ θ ἔτους, τῶν
δὲ παρακατέσχον διὰ στρατηγοῦ παρὰ γεωργοῖς ἄχρι
κρίσεως, παραγγελείς τε ὁ Διόσκορος διὰ στρατηγικοῦ
μαχαιροφόρου ἥκειν ἐπὶ τὴν αὐτοῦ διάγνωσιν ἀπελείφθη, ἀξιῶ σε τὸν εὐεργέτην, ἐάν σοι δόξῃ, ποιῆσαι τὰ δέοντα πρὸς αὐτὸν καὶ πέρας ἐπιθεῖναι τοῖς κακουργήμασι
πρὸς τὸ μὴ ἔτι ὕστερόν με ἐπηρεάζεσθαι, ἵνʼ ὦ εὐεργετημένη. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.