no image
DDbDP-text
Contrat de vente de deux chameaux à usage militaire via HGV-meta
Linked by Trismegistos ID
TM 11229.
Each record below describes this same artifact or text from a different angle.
Τασουχάριον Σώτου διὰ τοῦ ἀδελφοῦ Εὐδᾶ Κασιανῷ δεκαδάρχῳ εἰλῆς Οὐετρανῆς Γαλλικῆς διαπεμφθέντι ὑπὸ Οὐολουσίου Μαικιανοῦ τοῦ λαμπροτάτου ἡγε μόνος πρὸς συνωνὴν καμήλων εἰς χρείαν τῆς εἴλης. πέπρακά σοι κατὰ τοῦτο τὸ χειρόγραφον καμήλους τελείους ἄρρενας δύο λευκοὺς κεχαραγμένους ἐπὶ τοῦ ὀπίσωὠπίσου δεξιοῦ μηροῦ τα καὶ ἀπέχω τὴν συνπεφωνημένην τιμὴντειμὴν ἀργυρίου δραχμὰς καὶ βεβαιώσω ἀπὸ παντὸς τοῦ ἐπιλημψομένου. τὸ δὲ χειρόγραφον τοῦτο δισσόν σοι ἐξεδόμην, ὅπερ κύριον ἔστω πανταχῇ ἐπιφερόμενον, μένοντος κα ἐγὼ Εὐδᾶς ἐξεδόμην σοι, ἑτέρου χειρογράφου πράσεως καμήλων μοι ὄντος. ἔτους β Αὐρηλίων Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν, Ἁθὺρ ιε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.