no image
DDbDP-text
Lettre privée d’Heraïs à Agrippinus via HGV-meta
Letter from Herais to her son Agrippinus about a case before the strategos. A private letter from Herais to her son Agrippinus about a legal matter brought before the strategos, in which a friend Antoninus helped them. She asks her son to send a sealed copy of a document, tells him they must remain in the city ten more days, and mentions gifts of oil and bread. machine translation
Linked by Trismegistos ID
TM 32144.
Each record below describes this same artifact or text from a different angle.
Ἡραῒς Ἀγριππίνωι τῷ υἱῷ πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν
καὶ προκόπτειν. γίνωσκε, τέκνον,
ἀπεληλυθέναι ἐμὲ καὶ Διόσκορον
ἐπὶ τὸν στρατηγὸν μετὰ Ἀσκλᾶτος
λέγοντος ὅτι· ἤνεγκα ἀναφόριον τοῦ δικαιοδότου καὶ ὅλως ἡμεῖς οὐδὲν βιβλίον
εἴχομεν. διὸ ἐρωτηθεὶς ἐκλαβὼν
ἀντίγραφον καὶ βαλὼν εἰς ἀγγεῖον
σφράγισον, καὶ δώσεις τῷ ἀδελφῷ μου
ἢ Ἰουλειανῶι ἢ Οὐαλερίῳ Ῥούφῳ καὶ
ὅσα ἐὰν πέμψῃς, γράψον εἰς ἐπιστόλιον καὶ σφραγίσας πέμψον. καὶ δεῖ
καταμεῖναι ἡμᾶς ἐπὶ τῆς πόλεως
ἔτι ἡμέρας δέκα . ἤκουσεν ἡμῶν
ὁ στρατηγὸς καὶ εἶπα αὐτῷ
μὴ ἐγγίζειν τῷ γρ[…]…ι μήτε
αὐτὸν μήτε ἄλλον τινά· καὶ γὰρ
Ἀντωνῖνος ἐπὶ τῆς πόλεως ἦν μεθʼ ἡμῶν, καὶ πολὺἡμῖν ἐβοήθησεν
καὶ τὰ πρὸς Ἀπολινάριον καὶ ἐπὶ τῷ
ἑκατοντάρχῃ καὶ ἐπὶ τῷ στρατηγῷ.
καὶ σὺ αὐτῷ εὐχαρίστησον τὰ νῦν
καὶ κόμισαι παρὰ Σερήνου τοῦ ἀδελφοῦ μου λήκυθον ἐλαίου καὶ ἄρτους
μεγάλους τέσσαρας . ἀσπάζεταί σε
Ἡραῒς καὶ Θερμοῦθις καὶ Ἡραῒς
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.