no image
DDbDP-text
Acte de vente et de cession via HGV-meta
Linked by Trismegistos ID
TM 17391.
Each record below describes this same artifact or text from a different angle.
τοη
Αὐρηλία Γερμανία χρηματίζουσα μητρὸς Σοήριος ἀπʼ Ὀξυρύγχων πόλεως χωρὶς κυρίου χρηματίζουσα κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων
δικαίῳ Αὐρηλίᾳ Ἀμμωναρίῳ τῇ καὶ Ἀπολλωνίᾳ Θερμουθίωνος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον ἀπὸ τῶν ὑπαρχόντων μοι ἐν μὲν τῇ Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου[…] οἰκίαν καινὴν
καὶ τόπον καὶ αἴθριον καὶ αὐλὴν ἧς ἡ ἔξοδος παραφέρει εἰς ἄμφοδον Νότου Δρόμου καὶ τὸ ἐπιβάλλον μοι ……… οἰκίας ὅλης
καινῆς μέρος ἀδιαίρετον ἀπὸ κοινοῦ πρὸς ἑτέρους· ἧς οἰκίας γείτονες νότου πρότερον Πλουτίωνος αὐλὴ νῦν δὲ[…]
βορρᾶ ἐκ μὲν τοῦ ἀπὸ λιβὸς μέρους, Ἀθηναίου Σαραπίωνος, ἐκ δὲ τοῦ ἀπὸ ἀπηλιώτου ἄλλων οἰκόπεδα, λιβὸς δημοσία ῥύμη, ἀπηλιώτου
ἐπί τι μέρος ἄλλη δημοσία ῥύμη καὶ ἄλλων οἰκόπεδα· καὶ ἐπʼ ἀμφόδου Νότου Δρόμου ἐκ νότου τῆς προκειμένης οἰκίαν ἄλλην ἧς γείτονες νότου ἄλλων οἰκόπεδα, βορρᾶ ἡ προκειμένη οἰκία καὶ αὐλὴ καὶ ἐπί τι μέρος δημοσία ῥύμη, ἀπηλιώτου ἄλλων οἰκόπεδα,
λιβὸς πρότερον Ἀθηναίου Σαραπίωνος. περὶ δὲ κώμην Πέλα τῆς πρὸς λίβα τοπαρχίας ἐκ μὲν τοῦ Εὐβίου Ἱπ[…] κλήρου ἀμπελικοῦ κτήματος καὶ καλαμείας ἐπὶ τὸ αὐτὸ ἀρουρῶν τεσσάρων τετάρτου ὀγδόου ἄρουραν μίαν τέταρτον ὄγδοον
ἑκκαιδέκατον σὺν τῷ
αἱροῦντι μέρειτῆς ἀρούρης μιᾶς τετάρτου ὀγδόου ἑκκαιδεκάτου τῶν ἐνόντων ὑδρευμάτων καὶ μηχανῆς καὶ ἐπισκευῆς
καὶ δικαίων καὶ συγκυρόντων πάντων· τῶν δὲ ὅλων γείτονες νότου αἱ ἑξῆς σιτικαὶ ἄρουραι πέντε ἥμισυ ὄγδοον δυοτριακοστόν , βορρᾶ ἐκ μὲν τοῦ ἀπὸ λιβὸς μέρους αἱ ἑξῆς ἄρουραι δύο τέταρτον , ἐκ δὲ τοῦ ἀπὸ ἀπηλιώτου ,
πρότερον Αὐρηλίου Ἀχιλλέως, λιβὸς ἐκ μὲν τοῦ βορρᾶ διῶρυξ ἡ τῶν προκειμένων ἀρουρῶν δύο τετάρτου ,
ἐκ δὲ τοῦ ἀπὸ νότου πρότερον Ἡρῴδου Ἀπίωνος γυμνασιαρχήσαντος· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου σιτικοῦ μοναρτάβου
ἀρούρας[…]τέταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστὸν οὔσας ἀπὸ κοινωνικῶν πρὸς τοὺς Χ[…]ου ἀρουρῶν
δώδεκα ἡμίσους τετάρτου ὀγδόου δυοτριακοστοῦ οὐσῶν ἐν τέσσαρσι σφραγῖσιν ὧν γείτονες μιᾶς μὲν ἀρουρῶν δύο
τετάρτου νότου καὶ ἀπηλιώτου ἡ προκειμένη ἄμπελος, βορρᾶ διῶρυξ μεθʼ ἣν πρότερον Διονυσίου ἄμπελος, λιβὸς πρότερον[…]αν[…]…ήσαντος· ἑτέρας δὲ ἀρουρῶν πέντε ἡμίσους δυοτριακοστοῦ , νότου γύης, βορρᾶ ἡ προκειμένη ἄμπελος
ἀπηλιώτου πρότερον Ἰουλίου Τριαδέλφου καὶ ἄλλων, λιβὸς πρότερον τοῦ προτεταγμένου Ἡρῴδου Ἀπίωνος· καὶ ἄλλης ἀρουρῶν τριῶν
νότου, πρότερον Σαραπίωνος τοῦ καὶ Ἀλεξάνδρου κοσμητεύσαντος, βορρᾶ γύης, ἀπηλιώτου Σευθοῦτος τῆς Π…[…]ος, λιβὸς πρότερον Ἰουλίου Τριαδέλφου καὶ ἄλλων· καὶ τῆς τετάρτης τῶν
λοιπῶν ἀρουρῶν δύο ὀγδόου , γείτονες νότου πρότερον Ἰουλίου Τριαδέλφου καὶ τοῦ προτεταγμένου Σαραπίωνος τοῦ καὶ Ἀλεξάνδρου, βορρᾶ γύης, ἀπηλιώτου τοῦ αὐτοῦ Ἰουλίου Τριαδέλφου, λιβὸς
[…]ἐκ δὲ κλήρου μοναρτάβου καὶ χερσαμπέλου ἀρούρας ἓξ ἥμισυ ὧν γείτονες νότου γύης, βορρᾶ διῶρυξ ολ
[…]ἀπηλιώτου ἡ προκειμένη ἄμπελος, λιβὸς κληρονόμων Αὐρηλίου Ὡρίωνος ἀμπελικὸν κτῆμα καὶσιτικὰ ἐδάφη·
καὶ ἐκ τοῦ αὐτοῦ κλήρου μοναρτάβου ἀρούρας δύο ἥμισυ τέταρτον οὔσας ἀπὸ ἀρουρῶν τεσσάρων ἡμίσους τετάρτου ὧν γείτονες νότου[…]ωδάτου καὶ ἄλλων, βορρᾶ πρότερον […]ταρχίδος Βιθῦτος, ἀπηλιώτου πρότερον […]ου, λιβὸς πρότερον[…]ς· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου μοναρτάβου ἄρουραν μίαν ἥμισυ τέταρτον ὄγδοον ἧς γείτονες νότου πρότερον
[…]θέρας, βορρᾶ πρότερον Καλπουρνίου Πετρωνιανοῦ καὶ ὡς χρηματίζει, ἀπηλιώτου Τῶμις ποταμός, λιβὸς πρότερον Σαραπίωνος ἀγορανομήσαντος· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου μοναρτάβου ἄρουραν μίαν ἥμισυ τέταρτον ὄγδοον ἧς γείτονες νότου πρότερον Σεπτιμίου Ἐπιμάχου γυμνασιαρχήσαντος καὶ ἄλλων, βορρᾶ καὶ λιβὸς Ελ…τερας Ε…ας ἐδάφη, ἀπηλιώτου πλευρισμός· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου ἀρούρας δύο ὧν γείτονες νότου διῶρυξ, βορρᾶ καὶ ἀπηλιώτου πρότερον Σεπτιμίου Ἐπιμάχου
γυμνασιαρχήσαντος, λιβὸς διῶρυξ· καὶ ἐκ τοῦ Μα[…] κλήρου ἀρούρας τέσσαρας οὔσας ἀπὸ κοινωνικῶν ἀρουρῶν δέκα
ὧν γείτονες νότου πρότερον Ἀχιλλέως Ἀπολλωνίου ἐξηγητεύσαντος, βορρᾶ καὶ ἀπηλιώτου πρότερον Ταποντῶτος,
λιβὸς πρότερον Πτολεμαίου Ἡρῴδου· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου ἀρούρας δύο ὧν γείτονες νότου καὶ βορρᾶ ἑτέρων
[…]ἀπηλιώτου ιλι…, λιβὸς διῶρυξ […]…νους· καὶ ἐκ τῆς ἀβρόχου ὑπαρχούσης μοναρτάβου ἀρούρας δύο ἑκκαιδέκατον ὧν γείτονες νότου καὶ ἀπηλιώτου[…]ίου καὶ Δεξιοῦ Ἡρακλειανοῦ, βορρᾶ ἐκ μὲν τοῦ ἀπὸ ἀπηλιώτου μέρους[…]σης, ἐκ δὲ τοῦ ἀπὸ λιβὸς διῶρυξ καὶ Τῶμις, λιβὸς Τῶμις ποταμός· τὰς δὲ συμπεφωνημένας
πρὸς ἀλλήλας τῆς τιμῆς καὶ παραχωρητικοῦ τῶν προκειμένων ὑπαρχόντων ἀργυρίου Σεβαστῶν νομίσματος
δραχμὰς ἑπτακισχιλίας τετρακοσίας αἵ εἰσι ἀργυρίου τάλαντον ἓν καὶ δραχμαὶ χίλιαι τετρακόσιαι αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ
χειρὸς ἐκ πλήρους· κρατεῖν οὖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῶν αὐτῶν ὑπαρχόντων καὶ ἐξουσίαν
ἔχειν, χρῆσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ ἅπερ καὶ ἐπάναγκον παρέξομαί σοι καὶ ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις
βέβαια διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰ ἀπό τε γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἐπιβολῆς
καὶ κατοχῆς πάσης δημοσίας τε καὶ ἰδιωτικῆς καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου καὶ ἀπὸ τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων καὶ ἐπικλασμῶν παντοίων τῶν ἕως τοῦ διελθόντος καὶ αὐτοῦ τοῦ διελθόντος γ ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ ἐνεστῶτος δ ἔτους τούτων πρόσφορα
εἶναί σου τοῦ παραχωρουμένου· καὶ πάντα τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον τούτων χάριν ἢ μέρους αὐτῶν ἀποστήσω παραχρῆμα ταῖς ἐμαυτῆς δαπάναις
καθάπερ ἐκ δίκης· κυρία ἡ πρᾶσις καὶ παραχώρησις τρισσὴ γραφεῖσα ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείου οὐ προσδεομένη ἐμῆς μεταλήμψεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν με τῇ ἐσομένῃ ὑπὸ σοῦ δημοσιώσει· περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γεγενῆσθαι
ἐπερωτηθεῖσα ὑπὸ σοῦ ὡμολόγησα. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου
Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Παῧνι ι. Αὐρηλία Γερμανία πέπρακα καὶ
παρεχώρησα τὰ προκείμενα ὑπάρχοντα καὶ ἀπέσχον τὸ τῆς τιμῆς καὶ παραχωρητικοῦ τάλαντον ἓν καὶ δραχμὰς δισχιλίας καὶ βεβαιώσω ὡς πρόκειται καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Τιβέριος Κλαύδιος Ὠρίων ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.