no image
DDbDP-text
Liste de personnes via HGV-meta
Linked by Trismegistos ID
TM 11262.
Each record below describes this same artifact or text from a different angle.
Ἀμμωνίωι στρατηγῶι Ἡρακλείδου καὶ Πολέμωνος μερίδων παρὰ Ἡρακλείδου κωμογραμματέως Φιλαδελφείας Ἡρακλείδου μερίδος. γραφὴ ἀνδρῶν κτορικ κίας τῆς προκειμένης κώμης· Μάρων Πυλάδου γεγονὼς πράκτωρ λαογραφίας πρὸς ἐννέα ἔτη τῆς προκει μένης κώμης ἀναδεδομένος εἰς γεωργίαν τῆς Μαικηνατιανῆς οὐσίας ἀπὸ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μὴ ὢν ἐν λευκώματι εἰδὼς γράμματα. Ὡρίων Πετοσίρεως ἀπολύσιμος τῆς Μαικηνατιανῆς οὐσίας γεγονὼς πράκτωρ λαογραφίας τῶι διεληλυθότι δεκάτῳ ἔτει καὶ ἀπολύσιμος γεωργὸς γεγονὼς τῶι ια ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μὴ ὢν ἐν λευκώματι, ὧι ὑπάρχει περὶ τὴν κώμην κλῆρος κατοικικῆς ἀρουρῶν ε ἄξιος δραχμῶν Αφ καὶ ἄμπελοςἀμπελου ἀρουρῶν ζ ἄξιος δραχμῶν λ Δημήτριος Ἰσιδώρου ἀπολύσιμος τῆς Πετρωνιανῆς οὐσίας γεγονὼς πράκτωρ λαογραφίας τῶι διεληλυθότι δεκάτωι ἔτει μισθωτὴς ζυτοπωλείου ὑπὸ τὴν κώμην τοῦ ια ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μὴ ὢν ἐν λευκώματι εἰδὼς γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.