Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.gen.4.168
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ὁ κοινὸς δεσπότης ὁ ὁσιώτατος ἐπίσκοπος ἀββᾶ Μακάριος ἔγραψεν τῇ εὐτελείᾳ μου, ἵνα γράψω ὑμῖν περὶ τοῦ διδομένου τῷ τῆς ὁσίας μνήμης ἀββᾶ Σενούθῃ σίτου τε καὶ κριθῆς ὑπὲρ τῆς ἐν ἁγίοις κύρας . ὡς γὰρ ἔγραψεν, ἡ ὑμετέρα περίβλεπτος ἀδελφότης εἶπεν αὐτῷ ὡς, ἐὰν μὴ γράψω πρὸς ὑμᾶς ἐνυπόγραφα γράμματα περὶ τούτου· ἐγὼ δὲ ἐθαύμασα ὑμᾶς ἐπισταμένους ὅτι, οὐ μόνον εἰς τὸ περὶ τούτου, ἀλλὰ καὶ περὶ οἱουδήποτε πράγματος ὁρῶντοςὁρο͂ντος τὴν Ἀπόλλωνος. οὐδέοὔτε ἀνέχομαι ἐγὼ γράψαι, εἰ μὴ ἄρα παρακαλέσω τὸν κοινὸν δεσπότην τὸν ἐνδοξότατον, ἰλλούστριον αὐτὸς γράψαι· καὶ ὡς ἐπὶ τῆς ἀληθείας ἠθέλησα παρακαλέσαι τὴν αὐτοῦ ἐνδοξότητα περὶ τούτου, ἀλλʼ ἐπειδὴ ᾔδεινοἴδειν ὅτι ἄλλα μοναστήρια λ καὶ δηλον ότι πάντα ἔταξεν ἐν τῇ ἐπιδοθείσῃ μοι παρʼ ὑμῶν γνώσει, ἵνα παρακαλέσω αὐτὸν καὶ ὑπογράψαι, τούτου χάριν οὐκ ἠθέλησα ποιῆσαι διαφοράν, ἀλλʼ ἵνα μένων παρακαλῶν αὐτὸν ἵνα γράψῃ μόνον εἰς τὴν γνῶσιν. οἶδα γὰρ ὅτι καὶ ὑμεῖς οὐ ποιεῖτε διαφοράν. ἔγραψέν μοι δὲ καὶ αὐτῷ τῷ ἐνδοξοτάτῳ κοινῷ δεσπότῃ ὡς ἀμφέβαλλενἀμφέβαλεν ἡ ὑμετέρα περίβλεπτος ἀδελφότης περὶ τῶν σίτου ἀρταβῶν Ασ ὡς οὐ παρέχετε εἰ μὴ λάβητε ἐπιστάλματα αὐτῶν· καὶ καλῶς ὑμεῖς ἐζητήσατε τὴν ἀσφάλειαν ὑμῶν. διελέχθην δὲ καὶ ἐπειδὴ ἐγὼ οὐ δύναμαι μὴ εἰπεῖν ἀλήθειαν παντὶ ἀνθρώπῳ, ὅσα εἶπέν μοι ἔγραψα τῷ αὐτῷ ὁσιωτάτῳ ἐπισκόπῳ. καὶ γὰρ, ὡς νομίζω, διὰ τὴν αἰσχύνην οὐχ ηὗρεν ἀντιγράψαι αὐτῷ ὅλως. ταῦτα γράφω ἀσπαζόμενος τὴν ὑμετέραν ἀδελφικὴν περιβλεπτότητα. τοῦτο δὲ καὶ εἶπέν μοι ὡς ἐὰν μὴ ἔλθω μετὰ τοῦ ὁσιωτάτου μου πενθεροῦ πρὸς ἀββᾶ Παῦλον τὸν ἁγιώτατον ἀρχιμανδρίτηνἀρχημανδρίτην καὶ διαλάβῃ τὸ πρᾶγμα καὶ κρίνῃ τὸ τίς ὀφείλει λαβεῖν τὸ τὸ χρυσίον, οὐδὲν παρέχετε αὐτῶν. μὴ εὑρὼν οὖν πεῖσαι αὐτὸν ἀντιγράψαι αὐτῷ, ἐγὼ τὰ τῆς ἀληθείας ἔγραψα. πλὴν καὶ ἄλλο τί ποτε ἔγραψέν μοι περὶ τοῦ ξενεῶνος τοῦ ἐν Ναβοώ, ὡς θέλει τίς ποτε καινοτομῆσαι τὸν αὐτὸν ξενεῶνα παρʼ ὃ εἶπεν ἐπὶ τοῦ τῆς ὁσίας μνήμης ἀββᾶ Σενούθου, ἵνα παρακαλέσω τὴν αὐτοῦ ἐνδοξότητα καὶ γράψῃ ὑμῖν περὶ τούτου. καὶ νομίζω περισσόν ἐστιν τοῦ τὴν αὐτοῦ ἐνδοξότητα γράψαι ὑμῖν περὶ τούτου· οὐ γὰρ θέλει τὴν οἱανδήποτε καινοτομίαν γενέσθαι εἰς οἱονδήποτε πρᾶγμα, μάλιστα εἰς ἐκκλησιαστικά. οὔτε καὶ ὑμεῖς ὀφείλετε συγχωρῆσαι. παρακαλῶ δὲ ὑμᾶς εὐθέως ἀπολῦσαι καὶ τὸ πλοῖον Βίκτορος τοῦ υἱοῦ ΚῶςΚὸς μετὰ τοῦ ἄρακος καὶ τὸ ἄλλο πλοῖον μετὰ τοῦ αὐτοῦ ἄρακος. δεσπότῃ ἐμῷ τὰ πάντα περιβλέπτῳ πάσης τιμῆς καὶ προσκυνήσεως ἀξίῳ γνησίῳ φίλῳ καὶἀξιωτάτῳ ἀδελφῷ Πλουσάμμωνι κόμετι καὶ σχ Κολλοῦθος σὺν θεῷ χαρτουλάριος.Cross-references (3)
- TM-Text 36013 primary
- DDbDP-Text p.gen;4;168 tier-1
- HGV-Text 36013 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.