Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.giss.1.2

Ehevertrag via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 2796. Each record below describes this same artifact or text from a different angle.

  • Ehevertrag HGV-meta Krokodilopolis (Arsinoites)16. Sept. 173 v.Chr.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Ἡρακλεοδώρου τοῦ Ἀπολλοφάνου Ἀλεξάνρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Σαρα πιάδος τῆς Ἀπολλωνίου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀριστοκλείας τῆς Δημητρίου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς Περιτίου ἑπτακαιδεκάτηι Μεσορὴ ἑπτακαιδεκάτηι ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ. ἀγαθῆι τύχηιδ. ἐξέδοτο ἑαυτὴν Ὀλυμπιὰς Διονυσίου Μακέτα μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς Διονυσίου Μακεδόνος τῆς δευτέ ρας ἱππαρχίας ἑκατονταρούρου Ἀνταίωι Ἀθηναίωι τῶν Κινέου τῆς δευ τέρας ἱππαρχίας ἑκαντονταρούρωι εἶναι γυναῖκα γαμετὴν φερνὴν προσφερομένην εἰς χαλκοῦ λόγον τάλαντα ἐνενήκοντα πέντε καὶ παιδίσκην δούλην αὐτῆς ἧι ὄνομα Στολὶς καὶ τὸ ταύτης παιδίον ὑπο τίτθιον ἧι ὄνομα Α σὺν χαλκοῦ ταλάντοις πέντε ὥστʼ εἶναι τὰ πάν τα χαλκοῦ τάλαντα ἑκατόν. ἔστω δὲ Ὀλυμπιὰς παρὰ Ἀνταίωι πειθαρ χοῦσα αὐτοῦ ὡς προσῆκόν ἐστιν γυναῖκα ἀνδρὶ κυριεύουσα μετʼ αὐτοῦ κοινῆι τῶν ὑπαρχόντων, τὰ δὲ δέοντα καὶ τὰ ἔπιπλα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλατὰ̓́λλα ὅσα προσήκει γυναικὶ γαμετῆι παρεχέτω Ἀνταῖος Ὀλυμπιάδι ἐνδημῶν καὶ ἀποδημῶν κατὰ δύναμιν τῶν ὑπαρχόντων καὶ μὴ ἐξέστω αὐτῶι γυναῖκα ἄλλην ἐπεισάγεσθαι ἐπʼ Ὀλυμπιάδα μηδὲ παλλακὴν μη δὲ παιδικὸν ἔχειν μηδὲ τεκνοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς ζώσης Ὀλυμ πιάδος μηδʼ ἄλλην οἰκίαν οἰκεῖν ἧς οὐ κυριεύσει Ὀλυμπιὰς μηδὲ ἐκβάλ λειν μηδὲ ὑβρίζειν μηδὲ κακουχεῖν αὐτὴν μηδὲ τῶν ὑπαρχόντων μηθὲν ἐξαλλοτριοῦν ἐπʼ ἀδικίαι τῆς Ὀλυμπιάδος. ἐὰν δέ τι τούτων ἐπιδει χθῆι ποιῶν ἢ τὰ ἔπιπλα ἢ τὸν ἱματισμὸν ἢ τὰ ἄλλατὰ̓́λλα μὴ παρέχηι αὐτῆι καθὰ γέγραπται, ἀποτεισάτω Ἀνταῖος Ὀλυμπιάδι παραχρῆμα τὴν φερνὴν ἡμιόλιον. κατὰ τὰ αὐτὰ μηδὲ Ὀλυμπιάδι ἐξέστω ἀπόκοιτον μηδὲ ἀφήμερον γίνεσθαι ἀπὸ τῆς Ἀνταίου οἰκίας ἄνευ τῆς Ἀνταίου γνώμης Ἀπολλώνιος Μακεδὼν τῶν Κινέου τῆς δευτέρας ἱππαρ χίας ἑκατοντάρουρος. μάρτυρες Φίλιος Μακεδών, ΔημοκρατίδηςΔημοκρατίων Θεσσαλὸς οἱ δύο τῶν Κινέου τῆς δευτέρας ἱππαρχίας, Διογένης Κυρηναῖος τῶν Διοδώρου τῆς α ἱππαρχίαςἱππαρχίας οἱ τρεῖς ἑκατοντάρουροι, Μηνόφιλος Μακεδὼν τῶν πρότερον Ἀριστονίκου τακτόμισθος, Ἀλέξανδρος Ὡρίωνος Κρής, Σαραπίων Ζωπύρου Πέρσης οἱ δύο τῆς ἐπιγονῆς.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.