no image
DDbDP-text
Schreiben des Herodes an Apollonios via HGV-meta
Letter from Herodes to Apollonios about building works and timber. Letter from Herodes, an agent, to his master Apollonios, the strategos, reporting on building works in progress, including timber supplies managed by the steward Herakleios and the state of the bedchambers and tower. It dates to about AD 118 in the Hermopolite nome. machine translation
Linked by Trismegistos ID
TM 19456.
Each record below describes this same artifact or text from a different angle.
Ἡρώδης Ἀπολλωνίωι τῶι
κυρίωι χαίρειν.
ἔλαβόν σου ἐπιστολὴν ὑπομνήσεως τῶν ἐνκεχειρισμένων μοι καὶ ἐπιτελουμένων ἔργων, διʼ ἧς τὰ
πρέποντά σου τῇ ἀξίᾳ καὶ τῷ ἤθει ἁρμόζοντα δηλοῖς,
οἷς ὀφείλω ἐπιτεταγμένος ἐπαγρυπνεῖν. ὅτι δὲ ἀδιαλείπτως τοῦτο ποιῶ ων[…]τὰ διαφέροντά σοι ἢ αὐτὰ τὰ
ἔργα ἐλθόντι σοὶ μαρτυρήσει. ἤδη κατὰ τὰς ἐντολάς
σου Ἡράκλειος ὁ ἐπίτροπος χωρὶς τῶν ξενικῶν ξύλων τὸν ἀπαρτισμὸν τῶν ἐπὶ τόπων ξύλων πρὸ ὀφθαλμῶν ἔχει. ὁ μὲν
πρῶτος κοιτὼν ἤδη προ[…]ν ἐστιν, ὁ δὲ Βουβαστιακὸς ὡσεὶ […]ελλ…ση πρεπ[…] οὐκ ἐπῳκοδομήσαμεν ταῖς κέλλαις, ἐπειδὴ […] εἰσὶ πρὸς Ἀπολλώνιον τὸν
ὑπηρέτην χάριν διαφωτίσεως, ἐὰν εὐκαιρήσῃ Ἡράκλειος
καὶ ἀρετήσηται αὐτοῦ τὰ[…]α[…]υαρτα ξύλα ἐν τῶι ἑτέρωι κοιτῶνι ἐπὶ τοῦ πύργου κατʼ ἐντολὴν τῆς κυρίας ὑπέκλεισα, ἵνα μηδεὶς δια[…]τὸν πύργον, εἰ μή τι χρεία
γένηται τῶν ἁδρῶν ξύλων τῶν πρὸς τῶι ἔργωι κειμένων πρὸς
μόνην τὴν μεταφοράν· τὸ γὰρ ἀλλότριον ἐποίησα ξυλ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.