no image
DDbDP-text
Brief der Tays an Apollonios via HGV-meta
Letter from Taus to the strategos Apollonios on his illness. A private letter from Taus, apparently a household servant or slave woman, to Apollonios, strategos of the Apollonopolite Heptakomias nome. She expresses distress at news of his illness, thanks the gods for his safety, and begs him to be reconciled with the household and send for them. Written in the early 2nd century AD. machine translation
Linked by Trismegistos ID
TM 19419.
Each record below describes this same artifact or text from a different angle.
[r]
Τᾶυς Ἀπολλωνίωι τῶι κυρίωι πλεῖστα
χαίρειν.
πρὸ τῶν ὅλων ἀσπάζομαί σε, δέσποτα,
καὶ εὔχομαι πάντοτε περὶ τῆς ὑγιείας σου.
ἠγωνίασα, κύριε, οὐ μετρίως, ἵνα ἀκούσω
ὅτι ἐνώθρευσας, ἀλλὰ χάρις τοῖς θεοῖς πᾶσι
ὅτι σε διαφυλάσσουσι ἀπρόσκοπον. παρακαλῶ σε, κύριε, ἐάν σοι δόξῃ, καὶ πέμψαι ἐφʼ ἡμᾶς, εἰ δὲ μή, ἀποθνήσκομεν
ὅτι οὐ βλέπομέν σε καθʼ ἡμέραν. ὤφελον
εἰ ἐδυνάμεθα πετᾶσθαι καὶ ἐλθεῖν καὶ προσκυνῆσαί σε· ἀγωνιῶμεν γὰρ μὴ βλέπουσαί σε. ὥστε διαλλάγηθι ἡμεῖν καὶ πέμψον ἐφʼ ἡμᾶς. ἔρρωσο κύριε […]
καὶ πάντα ἔχομεν καλῶς.
Ἐφεὶπ κδ.
[v]
Ἀπολλωνίωι στρατηγῶι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.