no image
DDbDP-text
Apollinarius to Tasoucharion via HGV-meta
Letter from Apollinarius to his mother Tasoucharion about life at Bostra. A private letter from the soldier Gaius Julius Apollinarius, stationed at Bostra in Arabia, to his mother Tasoucharion in Egypt. He describes his homesickness, reassures her that as a privileged soldier he is spared the stone-cutting labour of others, and asks for linen to be sent via a friend in Alexandria. machine translation
Linked by Trismegistos ID
TM 17239.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀπολινάριος Τασουχαρίωι τῇ κυρίᾳ
μουμητρὶ πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε ἐρρῶσθαι, ὅ μοι
εὐκταῖόν ἐστιν προσκυνῆσαί σε ἐρρωμένην
[…]μοι π[…]…π… καὶ βίος. σὺ γάρ μου
[…]…κ[…]…σε ἐὰν εἰδῶ ἐν τοῖς
[…]…[…]νεται. οὔπω γὰρ
[…]…… τῶν γονέων, μάλιστα δέ
ἐστί μοι διʼ εὐχῆς. ὁσάκι γὰρ ἐὰν μνησθῶ ὑμῶν οὔτε ἔσθω οὔτε πίνω ἀλλὰ κλαίω
[…]…νηση…[…]…σο…ιου ἐμοὶ μόνῳ
[…]…εβη[…]μενος ὅτι…[…]
[…]ειμι καὶ εἰς τοῦτο […]υομαι. εὐχαριστῶ δὲ τῷ Σαράπιδι καὶ Ἀγαθῇ Τύχῃ ὅτι πάντων κοπιώντων ὅλην τὴν ἡμέραν κοπτόντων λίθους ἐγὼ ὡς πριγκιπᾶλις διακινῶ
μηθὲν ποιῶν. καὶ χαλκὸν ἀπέσχον, καὶ ἠθέλησα ὑμῖν πέμψαι θαλλὸν ἐκ τῶν Τυρίων, καὶ διὰ τὸ μὴ ἀντιγράψαι ὑμᾶς οὐ πεπίστευκα οὐθενὶ διὰ τὸ μέγεθος τῆς
ὁδοῦ. ὧδε γὰρ ἱμάτια καλὰ καὶ ἔβενος καὶ
πινάρια καὶ μύρα ἀνάγεται εὐπόρως. διὸ
ἐρωτῶ σε τὴν κυρίαν μου[…]…χως καὶ ἱλαρῶς
εὐφραίνεσθαι. καὶ γὰρ ὧδε καλῶς ἐστιν.
ἐὰν γὰρ ὑμεῖς λυπῆσθε ἐγὼ ἀδημονῶ.
ἐργασίαν οὖν δώσεις ἐρωτῆσαι φίλον μου
ἐπʼ Ἀλεξανδρείας ἵνα διʼ αὐτοῦ μοι πέμψῃς
λίνα στυπέα. ὧδε γὰρ οὐκ ἔνι, καὶ μεγάλα
καύματα γείνεται. ἐρωτῶ δέ σε πολλὰ
τὴν κυρίαν μου Ἰουλίαν μηθὲν λυπεῖν
αἰσθομένη ὅτι ἐμοὶ δισσῶςὑπερέχεις […]ι.
[…]εὔχομαι μετὰ τοὺς θεοὺς ὑμᾶς
προσκυνῆσαι ἐρρωμένας. καὶ εἰ ἐκομίσασθε τὴν σύνθεσιν τῶν […]ων καὶ τὸν
[…] παρὰ Πλούτου …[…]υ ἐρωτῶ
ὑμᾶς ἀόκνως μοι ἀντιγράψαι περὶ τῆς σωτηρίας ὑμῶν ἵνα καὶ ἐγὼ παραψυχὴν
ἔχω. ἀσπάζου Ἰουλίαν, Σαραπιάδα τὴν
κυρίαν ἀδελφήν, τὴν μάμαν Σαμβᾶθιν,
[…]… Ἔρωτα, Πτολεμαῖον τὸν μικρόν,
[…]… τὸν ἀδελφόν, Ἀμμωνοῦν καὶ
τὰ τέκνα αὐτῶν, Βετῆν Δεῖον Πτολλᾶν
[…] Πτολεμα[…]… Πτολλοῦν. Κλήμης δὲ
[…]…ῆλθε μετὰ τοῦ παρʼ αὐτοῦ. ἀσπάζομαι πάντας τοὺς ἐν οἴκωι. ἐρρῶσθαί σε
εὔχομαι καὶ εὐφραίνεσθαι.
Μεχεὶρ κε
[v]
ὥστε Τασουχαρίῳ μητρὶ ἀπόδος Ἰουλίᾳ
[…]……[…]…φριμινίου
ΚρητικοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.