no image
DDbDP-text
Private Letter via APIS-papyrus
Letter from Apollinarius, a fleet recruit, to his mother Taesis. A private letter from Apollinarius, a new recruit to the Roman fleet, to his mother Taesis at Karanis in the Fayum. He tells her he arrived safely in Rome on Pachon 25 and was assigned to the fleet at Misenum, though he does not yet know his unit, and he asks her not to worry and to write back. machine translation
Linked by Trismegistos ID
TM 27101.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀπολινᾶρις Ταήσει τῇ μητρὶ καὶ κυρίᾳ
πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε
ὑγιαίνειν καὶ ἐγὼ αὐτὸς ὑγιαίνω καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. γινώσκειν σε
θέλω, μήτηρ, ὅτι ἐρρωμένος ἐγενόμην εἰς Ῥώμην
Παχὼν μηνὶ κε καὶ ἐκληρώθην εἰς Μισηνούς.
οὔπω δὲ τὴν κεντυρίαν μου ἔγνων· οὐ γὰρ ἀπεληλύθειν εἰς Μισηνοὺς ὅτε σοι τὴν ἐπιστολὴν ταύτην
ἔγραφον. ἐρωτῶ σε οὖν, μήτηρ, σεαυτῇ πρόσεχε,
μηδὲν δίσταζε περὶ ἐμοῦ· ἐγὼ γὰρ εἰς καλὸν τόπον ἦλθον. καλῶς δὲ ποιήσεις γράψασά μοι ἐπιστολὴν περὶ τῆς σωτηρίας σου καὶ τῶν ἀδελφῶν μου καὶ
τῶν σῶν πάντων. καὶ ἐγὼ εἴ τινα ἐὰν εὕρω γράφω
σοι· οὐ μὴ ὀκνήσω σοι γράφειν. ἀσπάζομαι τοὺς ἀδελφούς μου πολλὰ καὶ Ἀπολινᾶριν καὶ τὰ τέκνα αὐτοῦ καὶ Καραλᾶν καὶ τὰ τέκνα αὐτοῦ.
ἀσπάζομαι Πτολεμαῖν καὶ Πτολεμαείδα καὶ τὰ
τέκνα αὐτῆς καὶ Ἡρακλοῦν καὶ τὰ τέκνα αὐτῆς.
ἀσπάζομαι τοὺς φιλοῦντάς σε πάντας κατʼ ὄνομα.
ἐρρῶσθαί σε εὔχομαι.
[v]
ἀπόδος εἰς Καρανίδα Ταήσει ἀπὸ Ἀπολιναρίου υἱοῦ
Μισηνάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.