no image
DDbDP-text
Apollonous to Terentianus via HGV-meta
Letter from Apollonous to her brother Julius Terentianus, a soldier. A private letter from Apollonous to her brother (perhaps also her husband) Julius Terentianus, a soldier, reporting on his farmland, rents, olive groves and the children, who are attending school. It was written in March AD 99, probably at Karanis in the Fayum. machine translation
Linked by Trismegistos ID
TM 17238.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀπολλωνοῦς Τερεντιανῶι τῶι
ἀδελφῶι χαίρειν
καὶ διὰ παντὸς ὑγιαίνειν. γινώσκειν
σε θέλω ὅτι ἐπεὶ προέγραψά σοι περὶ
τῶν ὑπαρχόντων μοι λοιπὸν οὖν
[…]ατρ…[…]…[…]…απι…ι ὅτι τὰ
ἐκφόρια καὶ τὰ σπέρματα πάντα ἐκβήσονται ὅλως. καὶ μὴ λυποῦ περὶ τῶν
τέκνων· καλῶς διάκεινται καὶ εἰς
διδάσκαλον παρεδρεύουσι. καὶ περὶ
τῶν σῶν ἐδαφῶν κεκούφικα τὸν
ἀδελφόν σου δύο ἀρτάβας ἀπὸ τῶν
ἐκφορίων. λοιπὸν οὖν ἀπολαμβάνομαι παρʼ αὐτοῦ πυροῦ ἀρτάβας ὀκτὼ καὶ
λαχανοσπέρμου ἀρτάβας ἕξ. καὶ μὴ
λυποῦ περὶ ἡμῶν καὶ ἐπιμέλου σαυτοῦ.
μετέλαβον παρὰ Θερμουθᾶτος ὅτι
εὐπόρησας σεαυτῷ ζεῦγος βαλτίων,
καὶ ἐχάρησα πολλά. καὶ περὶ τῶν ἐλαιώνων εὐκαρποῦσι τὰ ἕως σήμερον.
καὶ θεῶν θελόντων ἐὰν δυνηθῇ παραβαλεῖν πρὸς ἡμᾶς. καὶ ἐρρῶσθαί
σε βούλομαι καὶ ἀσπάζονταί σέ σου
τὰ παιδία καὶ πάντες οἱ σοί. ἔρρωσο.
ἔτους β Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ
Γερμανικοῦ Φαμενὼθ κ.
[… 3 lines lost …]
[v]
ἀπόδος Ἰουλίωι Τερεντιανῶι στρατιώτηι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.