no image
DDbDP-text
Private Letter via APIS-papyrus
Letter from Sabinianus to his brother Apollinarius about their sister. A private letter from Sabinianus to his brother Julius Apollinarius, thanking him for the generous support he has given their sister and asking him to keep helping her. He blames careless letter carriers for the impression that he had not written, and seems to hope to become his sister's guardian (kyrios). machine translation
Linked by Trismegistos ID
TM 27109.
Each record below describes this same artifact or text from a different angle.
[r]
Σαβεινιανὸς Ἀπολιναρίωι
τῷ ἀδελφῷ καὶ κυρίῳ πλεῖστα
χαίρειν.
καθʼ ἑκάστην ἡμέραν καὶ αὐτὸς ὑπὲρ τῆς
σωτηρίας σου εὐχὰς ποιοῦμαι παρὰ τοῖς
ἐνθάδε θεοῖς ὑπὲρ τοῦ σώζεσθαί
σε εἰς μακροὺς χρόνους. πλεῖον ἢ μᾶλλον παρέχεις καὶ παρέσχες τῇ ἀδελφῇ,
ὅθεν ἀνθομολογοῦμαι πᾶσαν χάριν
σοι παρὰ πᾶσιν θεοῖς, ἐμαρτυρήθη γάρ
μοι καὶ ὑπὸ τῆς ἀδελφῆς καὶ τῆς μητρός.
πολλάκι σοι ἔγραψα, καὶ ἡ τῶν παρακομιζόντων ἀμέλεια διέβαλεν ἡμᾶς
ὡς ἀμελεῖς. ὡς πάντως ἐμὲ κύριον
λαμβάνῃ, παρακαλῶ προσέχειν τῇ
ἀδελφῇ ἐν οἷς ἐάν σου δεηθῇ. ἀσπάζομαι Ἀβάσκαντον τὸν χρησιμώτατον
καὶ τοὺς σοὺς πάντας κατʼ ὄνομα.
ἐρρῶσθαί σε εὔχομαι
πανοικεί.
Μεχεὶρ ιη.
[v]
Ἰουλίῳ Ἀπολιναρίωι ἀπὸ Σαβεινιανοῦ ἀδελφοῦ
Ἀπολιναρίου τοῦ …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.