no image
DDbDP-text
Brief eines Apollonios an den Strategen Apollonios via HGV-meta
Letter from Apollonios to the strategos Apollonios. A private letter from a man named Apollonios to Apollonios, strategos of the Apollonopolite Heptakomia district. The writer reports visiting Lykopolis, receiving letters, failing to find a certain Ploution, and apologizes for not visiting because of unfinished business, promising to come in a few days. machine translation
Linked by Trismegistos ID
TM 19605.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀπολλώνιος Ἀπολλωνίωι τῶι
τιμιωτάτωι χαίρειν.
γενόμενος ἐν Λύκων πόλει τῆι β
καὶ λαβών σου τὰ ἐπιστόλια ἥσθην,
ἄδελφε, ἐπὶ τῶι σε ἐρρῶσθαι μετὰ
τῶν σῶν, τοῦτο γάρ μοι διʼ εὐχῆς
ἐστιν. Πλουτίωνα παρεπιδημοῦντα οὐχ εὗρον, λέγεται δὲ τὸ ἐντόλιόν
σου ἀπηρτικέναι. τοῦτο οὖν εὐθέως,
ἐὰν παραγένηται, ἀναπεμφθήσεταί σοι. περὶ δὲ τοῦ μὴ παραγεγενῆσθαι με πρὸς σὲ παρακαλῶ συνγνῶναί μοι, τὰ γὰρ μετέωρα παρακατέσχέ με. μεθʼ ἡμέρας δὲ ὀλίγας, ἐὰν οἱ
θεοὶ σώζωσι, παρέσομαι πρὸς σέ.
ἐρρῶσθαί σε εὔχομαι,
κύριέ μου Ἀπολλώνιε,
μετὰ τῶν ἀβασκάντων σου
παιδίων. ἔρρωσο.
[v]
Ἀπολλωνίωι στρατηγῷ Ἀπολλωνοπολίτου ἑπτακωμίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.