no image
DDbDP-text
Bericht eines Untergebenen an den στρατηγός Apollonios Einkäufe betreffend via HGV-meta
Linked by Trismegistos ID
TM 19441.
Each record below describes this same artifact or text from a different angle.
Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. πάντα τὰ ὅπλα ὧν ἕνεκα ἦλθεν Ἑρμίας ἀγοράσας ἔπεμψά σοι διʼ αὐτοῦ ἡδόμενος ἐπὶ τῶι κατὰ τὰς εὐχὰς γνήσια καὶ λίανλείαν ἄξια εὑρῆσθαι ὡς καὶ ὑπὸ πάντων τῶν ἰδόντων θαυμασθῆναι. ὁ μὲν γὰρ θώραξ ἐκ καλοῦ ὠροχάλκου ὢν καὶ τὴν πλοκὴν λεπτότατος καὶ τὸ μεῖζον ἐλα φρότατος ὡς μὴ κάμνειν τὸν φοροῦνταφεροῦντα αὐτὸν ἠγοράσθη πολλῶν ἀξιολόγων συνεληλυθότων μοι φίλων ἀργυρίου δραχμῶν τξ ἀντὶ πλείονος ὡς καί σοι φανήσεται. ἡ δὲ σαμσεῖρα Ἰταλικὴ καλουμένη ηνατος ὁμοίως ἀντὶ πλείονος δραχμῶν π καὶ τὸ ἡμιλίτριονἡμιλείτριον τῆς πορφύρας ἀντὶ δραχμῶν σξδ δραχμῶν σνβ καὶ τὰ δύο μάτια τῶν ἀρτυμάτων δραχμῶν π. παραζώ νιον γὰρ πρὸς τὸ παρὸν γνήσιον οὐχ εὑρέθη, ἀλλʼ οὐ δὲ ἐδικαίωσα ἀγοράσαι ἀποδοκιμασθῆναι δυ νάμενον. τὸ ὀνάριον τὸ χαλκοῦν εἰ ἐπωλεῖτο δραχμῶν κδ ἔκτοτε ἂν ἔπεμψά σοι· εἰ δὲ βούλει αὐτὸ ἀγορασθῆναι δραχμῶν μ, ὅσων ὁ τεχνείτης παρα καλούμενος ὑπισχνεῖται δώσειν, δήλωσόν μοι. ἃς μέντοι δεδώκεις εἰς τοῦτο δραχμὰς κδ ἔπεμψά σοι, καίπερ Διονυσίου τοῦ ἀργυροκόπου κατασχόντος μου ὅλας δραχμὰς μ εἰς ἐνεχύρου λόγον τῆς πεμφθεί σης μ σοι ὑπὸ τὰ ζῴδια ξυλίνης θήκης· ἥν, ἐὰν δό ξῃ σοι, κύριέ μου, ἀναπέμψεις μοι, ἵνα ἀποδοὺς δυνη θῶ ἀπολαβεῖν τὸ ἴδιον· ῥᾳδίως γὰρ παρά σοι ὁμοίαὅμοια αὐτῆι γενέσθαι δύναται. περὶ ὧν ἄλλων βούλει, γράφε μοι ἡδέως πληρώσοντι. τὸ ἄσημον νῦν ἐστιν δραχμῶν τξβ· ὡς γὰρ οἶδας, ἐν Κόπτῳ καθʼ ἡμέραν διάφοροι γίνονταιγείνονται τιμαί. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. Παῦνι κε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.