no image
DDbDP-text
Wo sind die Papiere? via HGV-meta
Linked by Trismegistos ID
TM 22116.
Each record below describes this same artifact or text from a different angle.
ἐπιστολὰς συστατικὰς πρὸς τὸν ἐπιστράτηγον, μή ποτε φθάσῃ παρʼ ὑμῖν γενέσθαι. ἐνετειλάμην δὲ καὶ Ἀντωνείνωι στρατιώτηι, ὃς ἦν ἐν τῆι ἐπι στρατηγίαι Οὐίνδικος μεθʼ ἡμῶν, ἀναπλεύσαν τι δὲ καὶ νῦν μετὰ τοῦ ἐπιστρατήγου, ἵνα ἐν ὅλωι τῶι πράγματί σοι παραστῇ. οὐδὲν δʼ ἧττον καὶ νῦν ἔπεμψά σοι πρὸς αὐτὸν ἐπιστόλιον. τῶν δού λων τοὺς χρηματισμοὺς ἕως τούτου οὐχ εὗρον. ὅλως γὰρ παρʼ ἐμοὶ οὔτε ἡ ἀπὸ σοῦ εἰς Ἀχιλλέα ὠνὴ εὑρέθη οὔτε ἡ ἀπὸ Ἀχιλλέως εἰς τὴν εὔμοιρον. καὶ ὁ Ἀχιλλεὺς δὲ ἀποδημεῖ, καὶ ἐπὶ τῶι πράγματι ἀμηχανῶ οὐκ εἰωθὼς ῥιπτεῖνῥειπτεῖν οὐδὲν μὲν ἁπλῶς βιβλίον, μάλιστα τὰ ἀναγκαιότερα. ἀλλὰ καὶ ὁ ἀγοράσας παρὰ σοῦ τὸ ἄλλο σωμάτιον, ῥητο ρίσκος τις ἐπὶ τοῦ δικαιοδότου λέγων, πολλά κις ταξάμενος τὸν χρόνον ἡμῖν εἰπεῖν τῆς ὠνῆς ἠγνωμόνησεν. εἰ οὖν δύνασαι τὸν χρόνον εὐμνημονεῦσαι καὶ διὰ ποιου ἀρχείου τετέλεσται, δήλωσόν μοι καὶ ζήτησον ἐν τοῖς βιβλίοις σου μὴ ἡ εἰς Ἀπολλωνάριον ὠνή ἐστιν. καὶ εἰ οἶδας διὰ ποίου γραμματέως ἡ εἰς Ἀχιλλέα ἀπὸ σοῦ καταγραφὴ γέγονεν, γράψον μοι· οὐ γὰρ εὑρε θη παρὰ Ποτάμωνι τῶι γραμματεῖ. ἵνα δὲ ἐν τοσούτωιτουσουτωι δ μηδείς σοι διοχλῇ, ἔγραψα τῶι γραμματεῖ τοῦ στρατηγοῦ συνιστὰς τὸν μικρὸνμεικρὸν Ἡρακλείδην καὶ περὶ τοῦ πράγματος δηλῶν, ἵνα ἄλλʼ ἐπινοῇ ἄχρι ἂν πέμψω τοὺς χρηματισμοὺς ἢ παραγένωμαι. τὴν περὶ Σαραπί ωνος ἐπιστολὴν ὡς σὸν κατόρθω μα τοῖς πυνθανομένοις σου καὶ αὐτῶι τῶι Σαραπίωνι διαβεβαίωσαι ἀν τιλαμβανομένη καὶ τοῦ μεγέ θους τοῦ πράγματος. καὶ ἂνκὰν ἐπʼ ἀγαθῷ καταπλέῃς, κοιτάριον σπουδαῖον ἔνεγκον, ἵνα πέμψωμεν Φίλωι σπουδαίως φιλω ἡμῖν προσενεχθέντι ἢ ὃ ἐὰν ἄλλο δοκιμάσῃς ἐρρῶσθαί σε εὔχομαι, ἀδελφή. Ἡρακλείδην συνασπάζουσεινασπάζου. Πτολε μαῖος πάντας ἀσπάζεται. Μεχεὶρ κηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.