Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.3.533
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ἀπίων Ἀπίωνι τῶι υἱῷ καὶ Ὡρίωνι τῶι φιλτάτῳ πλεῖστα χαίρειν. πρὸ τῶν ὅλων εὔχομαι ὑμᾶς ὑγιαίνειν μετὰ τῶν τέκνων καὶ συμβίων. ὅσα διὰ τῆς ἑτέρας ἐπιστολῆς ἔγραψα ἵνα μὴ τὰ αὐτὰ γράψω καὶ Ὡρίωνι γράφω. διεπεμψάμην ὑ μῖνὑμεῖν διὰ Εὐτυχοῦς τοῦ ἀπὸ Ἰσίου Τρύφωνος διαστολικὰ γ, β μὲν πρὸς γεωργοὺς Μαξί μου, τὸ δὲ ἄλλο πρὸς Διογένην τὸν τοῦ Βελεη, εὐθέως δημοσιώσατε αὐτὰ πρὸ τοῦ Φαῶφι ἵνα μὴ ἐκπρόθεσμα γένηται. ἕτερα δὲ ἀνεπέμφθη Πανεχώτῃ νομικῷ παρʼ οὗ κομίσεσθεκομίζεσθε καὶ δότε αὐτῷ δραχμὰς ξδ. τὸ χορτόσπερμον πωλήσατε καὶ πύθεσθε τοῦ Ὀφλη εἰ χρείαν ἔχει τοῦ ἀπὸ Ταμπιτεί. αἱ πρόσοδοί μου αἱ διὰ τῶν γεωργῶν διασταλεῖσαι ἢ παρὰ τῷ ταμείῳ ἐν παραθέσει λογισθήτωσαν ἢ ἐν ἀσφαλεῖ ἔστωσανἐστωἤτω παρὰ τοῖς γεωργοῖς ἵνα θεῶν θελόντων ἐὰν ἀνεθῶσι μὴ ἔχωμεν περιπλο κὴν πρὸς τὸν ἀντίδικον, ἢ ὁ κίνδυνος αὐτῶν ἤτω πρὸς τοὺς γεωργούς. τὴν οἰ κίαν Τβιου μὴ μισθώσῃς μηδενὶ εἰ μή τινιτι γυναικὶ μελλούσῃ ἐν αὐτῇ οἰ κεῖν ατρτε γὰρ ον ἐστὶν τοιαύτην οἰκίαν παραβάλλειν νεανίσ κοις ἵνα μὴ ἔχωμεν στομάχους μηδὲ φθόνον. εἴπατε Ζωίλῳ τῷ ἀπὸ Σεντὼ γεωργῷ ὅτι κατὰ τὰς συνθήκας φρόντισον τοῦ χαλκοῦ. εἴπατε καὶ τοῖς διδύμοις ὅτι προ νοήσατε τοῦ κερματίου, ὁμοίως καὶ Ἀπολλωνίῳ καὶ Διονυσίῳ ἐὰν ἰσχύσητε πέμψαι εἰς ΠακέρκηΠαβέρκη ἀπηλιώτου πρὸς Παυσῖριν τὸν ὀνηλάτην ὅτι καθὼς συνετάξασθέ μοι δοῦναι κεράμια οἴνου καὶ ἵνα τηρήσωσι αὐτῶν τὴν δεξιάν. παράλαβε πα ρὰ Ἁρθώνιος ἱερέως τὰς τοῦ πυροῦ ἀρτάβας κ καὶ παρὰ Ζωίλου τοῦ γεωργοῦ τῆς Σεντὼ ἃς κέχρη ται παρʼ ἐμοῦ πυροῦ ἀρτάβας ε. ἐπισκέψασθε ἐκ τοῦ λογιστηρίου τοῦ στρατηγοῦ ἐπιστολὴν τοῦ διοικητοῦ ἐπὶ τοῦ Θὼθ μηνὸς γραφεῖσαν περὶ τοῦ ὀνόματα πεμφθῆναι ἀντʼ ἐμοῦ εἰς κλῆρον τῆς πρακτο ρείας. εἴπατε Σερήνῳ τῷ ἐν τῷ καμηλῶνι ὅτι προνόησονπρονοησαι τοῦ χαλκοῦ. εἴπατε Ἑρμίᾳ τῷ τοῦ Ἰσίου Παγγᾶ γραμματεῖ πρακτόρων ἀργυρικῶν ὅτι διάστειλον ὃν ὀφείλεις μοι πυρὸν ἢ ὃν ἐὰν δοκιμᾷς. Ἡρακλείδης Ἑρμαίσκου ἀποδότω τὰς τοῦ πυροῦ ἀρτάβας ϛ ἐν θέματι. εἴπατε Διο νυσίῳ Ἐπιμάχου ἀρχιερατεύσαντι ὅτι ἐνέτυχον τῷ διοικητῇ ἕνεκα τῆς προσόδου ἵνα παραδεχθῇ εἰς τὸ ὄφλημα Σαραπίωνος Φανίου. ἀσπάσασθε Στατίαν τὴν θυγατέρα μου καὶ Ἡρακλείδην καὶ Ἀπίωνα τοὺς υἱούς μου. ἀσπάσασθε τὸν μικρὸνμεικρὸν Σερῆνον καὶ Κοπρέα καὶ τοὺς ἡμῶν πάνταςημαντας κατʼ ὄνομα. ἀσπάζονται ὑμᾶς Ἀμάραντος καὶ Ζμάραγδος. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἀπόδος Ἀπίωνι υἱῶι καὶ Ὡρίωνι.Cross-references (3)
- TM-Text 28373 primary
- DDbDP-Text p.oxy;3;533 tier-1
- HGV-Text 28373 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.