Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.59.3993
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Κοπρῦς καὶ Σινθῶνις Σαραπάμμωνι καὶ Σύρᾳ τοῖς τιμιωτάτοις υἱοῖς χαίρειν. πρὸ τῶν ὅλων ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα καὶ τὸ προσκύνημα ὑμῶν ποιοῦμεν παρὰ τοῖς πατρῴοις ὑμῶν θεοῖς. ἐκομισάμεθα παρὰ Τροφίμου καὶ τοῦ ἱερέωςερεως κοῦφα ἓξ καὶ ἀπαιτούμεθα ναύλου ἀπὸπο Δικωμίας δραχμὰς ϛ ὀβολοὺς ϛ καὶ τέλους δραχμὰς γ τριώβολον, καὶ ἀμβοῦλλαν καὶ σολίων ζεύγη δ, καὶ παρὰ τοῦ ἐπιστολαφόρου ἐκομι σάμεθα γράμματα ὑμῶν καὶ ῥάκος ἐν ᾧ ἐσ τιν πέταλα χρυσᾶ, ἃ δεδώκαμεν Τροφίμῳ. ἐδηλώσατε ἡμῖνἡμεῖν λαβεῖν ἡμᾶς παρὰ Πετοσεί ριος τοῦ ἱερέως δραχμὰς φ καὶ ταύτας μέχρι τοῦ νῦν οὐκ ἀπειλήφαμεν. οὐ γὰρ ἀγνωμονοῦσιν. εἶπαν γὰρ ἡμῖνἡμεῖν ὅτι, συλλέγομεν αὐτά. ἔλεγον γὰρ ὅτι, εἰσὶν δραχμαὶ υμη. εἰ οὖν γάρ εἰσιν αὗται, δήλωσον ἡ μῖνἡμεῖν. περὶ γὰρ αὐτούς ἐσμεν ὅτι, εἰ θέλετε παρʼ ἡ μῶν τὰς δραχμὰς φ καὶ ἡμῖνἡμεῖν τὸ γράμμα δοῦναι. αὐ τοὶ δὲ λέγουσιν ὅτι, ὃ ἐμεσιτεύμεθαἐμεσειτεύμεθαεμετσειτευμεθα ἐν τῷ ἱ ερῷ διὰ Τροφίμου λάβετε. ἐὰν πάλιν ἀπολά βωμεν, δηλώσομέν σοι. δήλωσον ἡμῖνἡμεῖν εἰ θέ λεις ἐκ τοῦ κειμένου ἀποδοῦναι Ἀπφῦτι. κεῖται μέχρι οὗ δηλώσεις ἡμῖνἡμεῖν. ἔγραψας ἡμῖνἡμεῖν, τίς ἐστιν ὁ κληρονόμος τοῦ τετελευτηκότοςτετελευτηκος; ἐξη τάσαμεν καὶ εὕρομεν ὃν ἐτεκνοποιήσατο, ἀλλὰ οἱ περὶ Πετοσεῖρίν εἰσιν οἱ ἀναγκαῖοι. ἔδω κέν σοι Θέων ὁ πατὴρ Πετοσείριος κεράμιον κρέως. οὐ γὰρ εὕρομεν ἀσφαλῆ μέλλοντά σοι αὐτὸ κομίσαι. ἐὰν γὰρ γράφῃς τῷ Θέωνι, δήλω σον αὐτῷ ὅτι ἐκομίσω τὸ κεράμιον τῶν κρεῶν. ἐὰν ἀνάβασις γένηται, πέμψω σοι αὐτὸ διὰ τῶν συνηθῶν ναυτικῶν. ἄσπασαι τὸν υἱὸν ἡμῶν Παᾶπιν καὶ Θαῆσιν τὴν θυγατέραθυγατέραν ἡμῶν. ἀ σπάζεται ὑμᾶς Σερῆνος ὁ ἀδελφὸς ὑμῶν καὶ Διόσκορος καὶ Ὠφελίνη καὶ Πτολεμαῖος καὶ Ἡρᾶς. ἃ ἔπεμψας χαρτάρια ἐδώ καμεν ΘώνειΘώνι τῷ υἱῷ Κεφαλᾶτος. ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα εὖ διάγοντας. ὅρα μὴ ἀμελήσῃς περὶ ὧν ἐδήλωσέ σοι Ἀπφῦς.Cross-references (3)
- TM-Text 27849 primary
- DDbDP-Text p.oxy;59;3993 tier-1
- HGV-Text 27849 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.