Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.graux.2.9
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὔλωι Ἀουιλλίωι Φλάκκωι παρὰ νος καὶ νος λογευτῶν λαογραφίας Φιλαδελφείας τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἔστι τὸ καθʼ ἓν ὧν κακῶς ἐσείσθημεν ὑπὸ Διονυσίου τοῦ Ἀλκίμου γενομέ νου γραμματέως Διονυσοδώρου στρατηγοῦ καὶ τῶν τοῦ Διονυσίου γραμματέων καὶ παιδαρίων ἀπὸ τοῦ ιϛ ἔτους ἕως Παῦνι τοῦ ιθ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ. ἐπὶ μὲν τοῦ ιϛ ἔτους μηνὶ Σεβαστῶι ἀριθμήσεως γραμματικοῦ δραχμαὶ μ ἑορτῆςἑωρτῆς δραχμαὶ κ Καισαρείοις δραχμαὶ κ Φαῶφι ἀριθμήσεως δραχμαὶ μ μηνὶ Νέωι Σεβαστῶι γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ ἑορτῆςἑωρτῆς δραχμαὶ κ Σκαπλᾶτι παιδαρίωι δραχμαὶ κ Χοιὰχ γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ Τῦβι γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ Μεχεὶρ γραμ ματικοῦ ἀριθμήσεως δραχμαὶ μ Σκάπλᾳ παιδαρίωι δραχμαὶ κ χειμερινῆς χειρογραφίας διὰ Μαρωνᾶτος βιβλιοφύλακοςβυβλιοφύλακος δραχμαὶ κ αὐτῶι Μαρωνᾶτι Φαμενὼθ ἀριθμήσεως γραμματικοῦ δραχμαὶ μ ἑορ τῆςἑωρτῆς Σουχείων δραχμαὶ Σκάπλᾳ παιδαρίωι δραχμαὶ ιβ Φαρμοῦθι γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ ΠαχὼνΤαχὼν γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ Παῦνι γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ αν αντων δραχμαὶ κ Σκάπλᾳ παιδαρίωι δραχμαὶ ιβ χειρογραφίας θερινῆς διὰ Ἡρωδίωνος βιβλιοφύλακος δραχμαὶ αὐτῶι Ἡρωδίωνι γραμματικοῦ δραχμαὶ κ Σκάπλᾳ παιδαρίωι δραχμαὶ ιβ Ἐπεὶφ γραμματικοῦ ἀριθμήσεως ἀργυρίου δραχμαὶ μ Μεσορὴι γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ Μαρωνᾶτι βιβλιοφύλακιβυβλιοφύλακι ὑπὲρ σεως δραχμαὶ κδ ἀποδημίας αὐτοῦ Διονυσίου δραχμαὶ ξ Σκάπλᾳ παιδαρίωι δραχμαὶ η γείνεται τοῦ ιϛ ἔτους ἀργυρίου δραχμαὶ Αμ καὶ τοῦ ιζ ἔτους ὁμοίως ἀργυρίου δραχμαὶ Αμ καὶ τοῦ ιη ἔτους ἀργυρίου δραχμαὶ Αμ καὶ ἀποδημίας σὺν Σεξτιλλίωι ἑκατον τάρχηι δραχμαὶ ξ παιδαρίωι δραχμαὶ η γείνεται τοῦ ιη ἔτους ἀργυρίου δραχμαὶ Αρη καὶ τοῦ ιθ ἔτους ἀργυρίου δραχμαὶ ω καὶ τιμῆςτειμῆς κλη μάτων εἰς μοσχείανμοσχηίαν δραχμαὶ ρκ γίνεται ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμαὶ Εσιϛ διὸ ἀξιοῦμέν σε τὸν σωτῆρα καὶ εὐεργέτην ἐάν σοι φαίνηται ποονοῆσαι ἡμῶν ὡς τευξώ μεθα τῶν δικαίων κομισάμενοι ἃ κακῶς παρεπράχθημενπαρεπράκθημεν ἵνʼ ὦμεν εὐεργετημένοι. διευτύχει.Cross-references (3)
- TM-Text 11300 primary
- DDbDP-Text p.graux;2;9 tier-1
- HGV-Text 11300 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.