Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.gen.1.2ed.43
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, μηνὸς Ἁδριανοῦ Χοιὰκ , ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινο είτου νομοῦ. ὁμολογοῦσιν Αὐρήλιοι Πλουτίων ὡς ἐτῶν ὡς ἐτῶν τεσσαράκοντατεσσαράκοντα , οὐλὴ μετώ πῳ, καὶ Ἀπιανὸς ὡς ἐτῶν τριάκοντα δύο , οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν, ἀμφοτέρων Ἥρωνος τοῦ ος, καὶ Ἀφροδίσιος Σαραπίωνος τοῦ αριως ὡς ἐτῶν τεσσαράκοντα δύο , οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ, οἱ τρεῖςτρῖς ἀπὸ ἀμφόδου Ἀπολλωνίου Ἱερακείου Ἄλλων Τόπων Αὐρηλίῳ Δημητρίῳ υἱῷ Νείλου εὐθηνιαρχήσαντος τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ γυμνασιαρχήσαντος τῆς Ἀρσινοειτῶν πόλεως, ἔχειν παρʼ αὐτοῦ οἱ ὁμολο γοῦντες ἐξ ἀλληλεγγύης διὰ χειρὸς ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας τεσσαράκοντα , ὁμοίως δὲ καὶ μεμετρῆσθαι χρῆσιν ἐν γένειἐγ γένι κριθῆς ἀρτάβας τέσσαρας , ἅπερ ἅπαντα ἀποδώ σουσιν ἐκ πλήρους ὁμοίως ἐξ ἀλληλεγγύης ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους, τὰς μὲν δρα χμὰς ἐπὶ τῇ Εὐνοῦ, τὴν δὲ κριθὴν ἐν τῇ μητροπόλει μέτρῳ δρόμῳ τετραχοινικῷ. ἐὰν δὲ ἐν τῇ προθεσμίᾳ μὴ ἀποδῶσι, ἐκτίσουσι τῷ Αὐρηλίῳ, τῶν μὲν δραχμῶν τὸν γινόμενον τόκον δραχμιαῖον, τῆς δὲ κριθῆς τὴν ἐπὶ τοῦ καιροῦ ἐσομένην πλείστην τιμήντειμήν, καὶ ἐπὶ τῆς ἀπαιτήσεως γινομένηςγεινομένης τῷ Αὐρηλίῳ Δημητρίῳ, τῆς πράξεως οὔσης ἐκ τῶν ὁμολογούντων, καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρ χόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. περὶ δὲ τοῦ ταῦτα οὕτω ὀρθῶς καλῶς πεπρᾶχθαι ἐπερωτηθέντες οἱ προδεδηλωμένοι ἀλλήλοις ὡμολόγησαν. Πλουτίων καὶ Ἀπιανὸς ἀμφότεροι Ἥρωνος καὶ Ἀφροδίσιος Σαραπίωνος ἀπὸ ἀμφόδου Ἀπολλωνίου Ἱερακείου ἔχομεν παρὰ Δημητρίου Νείλου ἀργυρίου δραχμὰς διακοσίας τεσσεράκοντα καὶ κριθῆς ἀρτάβας τέσσα ρας καὶ ἀποδώσομεν ἐν τῇ προθεσμίᾳ, ὡς πρόκειται· ἔγραψα ὑπὲρ αὐτῶν ὄντων ἀγραμμάτων.Cross-references (3)
- TM-Text 11237 primary
- DDbDP-Text p.gen;1.2ed;43 tier-1
- HGV-Text 11237 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.