no image
DDbDP-text
[r]
Ἀπολλώνιος Ἀσκληπιάδει
χαίρειν. τεταγμένος
ἐπὶ τῶι[…]ωι, ὅσον ἂν ἀγρυπνῶ
ἐν τῶι ἔργωι, ἐὰν ἐνδεχόμενον
ἦι, μηθέν σε ἐνοχλήσειν μηδʼ ἀξιώσειν, ἀναγκάζομαι οὐ βουλόμενος ὑπὸ τῶν φανέντων ἅπαν
οἰκείων ὄντων ἐμοὶ ἀξιοῦν σε.
διό, ἐὰν σοὶ δόξηι εὐγνωμονεῖν ἔτι
τὴν ὄνον καὶ τὰς δ ἀρτάβας τῶν πυρῶν,
ἅ δεῖ, πόρισόν μοι εἰς τὴν τροφὴν
τῶν περὶ ἐμὲ σωμάτων ἐκ Βουκόλων
κώμης συνισχομένων δὲ ὑπὸ
Δημητρίου τοῦ ἀρχιφυλακίτου.
ἀξιωθεὶς δὲ ὑπʼ ἐμοῦ, διὰ τὸ
διατετηρηκέναι ἐμαυτὸν μηθένα τὸ ὅλον ἐνοχλεῖν, ἀσμένως
συνέταξεν τὰς τὸ παρʼ αὐτῶι ἀποδοῦναι,
ὁ δὲ παρὰ σοῦ οὐκ ἔφη δύνασθαι
ἄνευ τῆς σῆς γνώμης ἀποδοῦναι.
διὸ ἀξιῶ ἐὰν σοὶ δόξηι συντάξαι
ἀποδοῦναι Ἀριμούθηι τῶι μισθωτῶν
μαχίμωι.
ἔρρωσο. ἔτους ιε
Παῦνι η.
[v]
παρʼ Ἀπολλωνίου
Ἑρμίου. ἔτους ιε Παῦνι η. Ἀπολλώνιος
περὶ ὑποζυγίου Ἀσκληπιάδει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.