no image
DDbDP-text
[r]
Ἀπολλωνίωι.
ἐξαποστεῖλαι. ἔτους λϛ Τῦβι δ.
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι
Κλεοπάτραι τῆι ἀδελφῆι καὶ βασιλίσσηι
Κλεοπάτραι τῆι γυναικὶ θεοῖς Εὐεργέταις χαίρειν
Πετεσοῦχος Παλοῦτος βασιλικὸς
γεωργὸς τῶν ἀπὸ Σεβεννύτου
τῆς Ἡρακλείδου μερίδος τοῦ
Ἀρσινοίτου νομοῦ. ἀδικοῦμαι
ὑπὸ Ἑρχίμιος τοῦ Ἁρυώτου καὶ
Φανείθου τοῦ υἱοῦ τῶν ἐκ Τ…[…]
τοῦ Ἡρακλεοπολίτου. ὑπαρχόντων
γάρ μοι ἐν τῆι αὐτῆι κώμηι Τ[…]
πατρικῆς οἰκίας καὶ τῶν προσόντων τόπων καταφρονήσας μου
τῶι κεχωρίσθαι με διαπεπ…[…]
ταῦτα καὶ τὴν καθαίρεσιν τῆς
οἰκίας ἀπενηνεγμένος …ον…[…]
ὑπερῷον, καὶ διακωλυθεὶς ὑπʼ ἐμοῦ
Σοκμῆνις Πασίωνος οἰκοδομῆσαι
ἐν οἷς ἐώνητο ἀπὸ τούτων το…[…]
οὐ προσέσχεν. διὸ τὴν ἐφʼ ὑμᾶς καταφυγὴν πεποιημένος δέομαι ὑμῶν
εἰ δοκεῖ προστάξαι χρηματίσαι μου
τὴν ἔντευξιν ἐπὶ Πολέμαρχον
τὸν στρατηγόν, ὅπως μεταπεμψάμενος αὐτούς, ἐὰν ᾖ οἷα γράφω,
προνοηθῆι, ὡς τεύξομαι τῶν
δικαίων. τούτου δὲ γενομένου ἔσομαι τετευχὼς τῆς παρʼ ὑμῶν[…]
[… ? lines lost …]
[v]
[…] Πετεσούχου ἈπολλωνίωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.