Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.grenf.2.15
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλευόντων Πτολεμαίου θεοῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν, καὶ βασιλίσσης Κλεοπάτρας τῆς ἀδελφῆς, καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικός, θεῶν Εὐεργετῶν, ἔτους λβ, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν σωτήρων καὶ θεῶν ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ εὐπάτορος καὶ θεῶν εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶντῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων Πτολεμαίου σωτῆρος, καὶ βασιλέως Πτολεμαίου θεοῦ Εὐεργέτου καὶ σωτῆρος ἑαυτῶνἘπιφανοῦς εὐχαρίστου, καὶ τοῦ βήματος τοῦ χρυσοῦΔιονύσου τοῦ βασιλέως τοῦ μεγάλου θεοῦ Εὐεργέτου καὶ σωτῆρος ἑαυτῶνἘπιφανοῦς εὐχαρίστου, Πτολεμαίου θεοῦ Φιλαδέλφου, Πτολεμαίου εὐεργέτου, Πτολεμαίου Φιλοπάτορος, Πτολεμαίου θεοῦ Ἐπιφανοῦς καὶ εὐχαρίστου, Πτολεμαίου θεᾶςθεοῦ Φιλομήτορος καὶ Δικαιοσύνηςδικαιοσύνη. Πτολεμαίου θεοῦ Φιλομήτορος, Πτολεμαίου θεοῦ εὐπάτορος ἱερειῶν βασιλίσσης Κλεοπάτρας τῆς ἀδελφῆς, καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικός, καὶ βασιλίσσης Κλεοπάτρας τῆς θυγατρός, καὶ Κλεοπάτρας τῆς μητρὸς θεᾶς Ἐπιφανοῦς, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῶν οὐσῶν ἐνἐμ Πτολεμαίδι, μηνὸς Θωὺθ κε ἐν Λάτων πόλει τῆς Θηβαίδος ἐπʼ Ἀπολλωνίου ἀγορανόμου. ἀπέδοτο Ταγὼς Ἀχιλλέως Περσίνη ὡς ἐτῶν μ εὐμεγέθης μελίχρως μακροπρόσωπος εὐθύριν φακὸς τραχήλωι ἐκἐγ δεξιῶν, μετὰ κυρίου τοῦ αὑτῆς ἀνδρὸς Ἑρμίου τοῦ Ἕρμωνος Πέρσου τῶν Πτολεμαίου καὶ τῶν υἱῶν ὡς ἐτῶν με μέσου μελιχρόου ὑποκλαστοῦ οὐλὴ ῥινί, καὶ Ἀμμώνιος Ἀχιλλέως Πέρσης τῶν αὐτῶνυἱῶν ὡς ἐτῶν λε μέσος μελίχρως ὑποκλαστὸς μακροπρόσωπος ἀναφάλαντος οὐλὴ κροτάφωι δεξιῶι οὖςὦς δεξιὸν τετρημένος, τὸ ὕπαρχον ἑκάστωι μέρος δωδέκατον γῆς νησιωτίδος ἐν τῆι κάτω τοπαρχίαι τοῦ Λατοπολίτου ἀπὸ ἀρουρῶν δέκα . ὅρια καὶ γείτονες τῆς ὅλης γῆς νότου καὶ ἀπηλιώτου νῆσος Ἀφροδίτης τῆς ἐν Παθύρει καὶ νῆσος Λητοῦ, βορρᾶ νῆσος Ἀφροδίτης τῆς ἐνἐμ Παθύρει, λιβὸς ποταμός. ἐπρίατο Ψενθώτης Κελῆτος τῶν ἐκ Παθύρεως ἰβιοτάφων ὡς ἐτῶν ξ εὐμεγέθης μελίχρως τετανὸς ἀναφάλαντος μακροπρόσωπος οὐλὴ ἐπὶ χείλους τῷ κάτω ἐκἐγ δεξιῶν τιμῆς τῆς συγχωρηθείσης χαλκοῦ νομίσματος ταλάντων δύο δραχμῶν τρισχιλίων . προπωληταὶ καὶ βεβαιωταὶ τῶν κατὰ τὴν ὠνὴν Ταγὼς καὶ Ἀμμώνιος οἱ ἀποδόμενοι οὗς ἐδέξατο Ψενθώτης ὁ πριάμενος. Ἀπολλώνιος κεχρημάτικα. ἔτους λβ Θωὺθ κε. τέτακται ἐπὶ τὴν ἐν Λάτων πόλειΛατῶνος πόλει τράπεζαν ἐφʼ ἧς ΧαιρήμωνΧατρεοῦς εἰκοστῆς ἐγκυκλίου κατὰ διαγραφὴν Ἀγαθίνου τελώνου, ὑφʼ ἣν ὑπογράφει Ἀμμώνιος ὁ ἀντιγραφεύς, Ψενθώτης Κελῆτος ὠνῆς ἕκτου μέρους γῆς νησιωτίδος ἐν τῆι κάτω τοπαρχίαι τοῦ Λατοπολίτου ἀπὸ ἀρουρῶν ι, ὧν αἱ γειτνίαι δεδήλωνται διὰ τῆς συγγραφῆς, ἧς ἐώνηται παρὰ ΤαγῶτοςΤαγῶνοσ τῆς Ἀχιλλέως καὶ Ἀμμωνίου Ἀχιλλέως ἔτους λβ Θωὺθ κε χαλκοῦ ταλάντων δύο τρισχιλίων, γίνονται τάλαντα β Γ, τέλος οὗ ἀλλαγὴτέλοσ ἑπτακοσίας πεντήκοντα, γίνονται ψν.Cross-references (3)
- TM-Text 274 primary
- DDbDP-Text p.grenf;2;15 tier-1
- HGV-Text 274 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.