Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.grenf.2.23a

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ια τοῦ καὶ η Φαῶφι κη. ἀπέδοτο Ταοῦς καὶ Σεννῆσις καὶ Σιεφμοῦς Πετεαρσεμθεῖ καὶ τοῖς ἀδελφοῖς γῆς ἀρουρῶν γ 𐅵 χαλκοῦ ταλάντων θ. βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν φιλομητόρων ἔτους ια τοῦ καὶ ὀγδόου, ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Φαῶφι ὀγδόηι καὶ εἰκάδι ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἀπέδοτο Ταοῦς Ἁρπῶτος ὡς ἐτῶν μη μέση μελίχρως στρογγυλοπρόσωπος εὐθύριν οὐλὴ μετώπωι, καὶ αἱ ταύτης ἀδελφαὶ Σεννῆσις ἡ καὶ Τατοῦς Ἁρπῶτος ὡς ἐτῶν μβ μέση μελίχρως στρογγυλοπρόσωπος εὐθύριν οὐλὴ μετώπωι, καὶ Σιεφμοῦς Παχνούμιος ὡς ἐτῶν κ μελίχρως στρογγυλοπρόσωπος εὐθύριν ἄσημος, αἱ τρεῖς Πέρσιναι, μετὰ κυρίου τοῦ τῆς προγεγραμμένης Ταοῦτος ἀνδρὸς Ψεννήσιος τοῦ καὶ Κρούριος τοῦ Ὥρου Πέρσου τῆς ἐπιγονῆς τῶν ἐκ Γότνιτ κώμης τῆς κάτω τοπαρχίας τοῦ Λατοπολίτου ὡς ἐτῶν με μέσου ἢ ἐλάσσους μελανχρόου ὑποκλαστοῦ μακροπροσώπου εὐθυρίνου οὐλὴ χείλειχείληι τῶι κάτω, τὴν ὑπάρχουσαν αὐταῖς ἐν τῶι ἀπὸ βορρᾶβορρᾶι πεδίωι Παθύρεως γῆν ἤπειρον σιτοφόρον ἀδιαίρετον ἐν σφραγῖσι δυσὶ ἀρουρῶν τριῶν ἡμίσους καὶ τοῦ προσόντος χαλάσματος ἀπὸ ἀρουρῶν ζ τῶν ἐν ἀρούραις μ· ὧν γείτονες τῆς μὲν μιᾶς σφραγῖδος νότου γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, βορρᾶ γῆ Χεσθώτου τοῦ Μελιπαῖτος, ἀπηλιώτου γῆ ἈέουςΛεοῦσ καὶ τῶν ἀδελφῶν, λιβὸς περιχῶμα· τῆς δʼ ἄλλης νότου γῆ Χεσθώτου τοῦ προγεγραμμένου, βορρᾶ γῆ Χεσθώτου τοῦ Πανεμγέως, ἀπηλιώτου γῆ Θράσωνος καὶ τῶν ἀδελφῶν, λιβὸς τὸ περιχῶμα, ἢ οἳ ἂν ὦσι γείτονες πάντων πάντοθεν. ἐπρίατο Πετεαρσεμθεὺς Πανεβχούνιος ὡς ἐτῶν λϛ μέσος μελίχρως ὑποκλαστὸς μακροπρόσωπος εὐθύριν καὶ οἱ τούτου ἀδελφοὶ Πετεσοῦχος καὶ Φαγῶνις καὶ Ψεννῆσις, οἱ δ Πέρσαι τῆς ἐπιγονῆς τῶν ἐκ Παθύρεως, ἑκάτερος κατὰ τὸ ἴσον μέρος χαλκοῦ ταλάντων ἔννεα . προπωλητρίαι καὶ βεβαιωτρίαι τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ταοῦς καὶ Σεννῆσις ἡ καὶ Τατοῦς καὶ Σιεφμοῦς αἱ ἀποδόμεναι, ἃς ἐδέξαντο Πετεαρσεμθεὺς καὶ Πετεσοῦχος καὶ Φαγῶνις καὶ Ψεννῆσις οἱ πριάμενοι. Πάνισκος κεχρημάτικα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.