Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.3.996

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀπέδοντοἀπεδοτο Τανεμιεὺς καὶ Σαλῆς ἀδελφοὶ τὴν ὑπάρχουσαν αὐτοῖς οἰκίαν ὠικοδομημένην καὶ τεθυρωμένην καὶ ἐστεγασμένην καὶ τὴν προσοῦσαν αὐλήν. ἐπρίατο Ναμοσῆσις Σπεμμίνιος χαλκοῦ τάλαντα β. βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ια ἐφʼ ἱερέωςἱερείως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων ἱερουπώλου Ἴσιδος θεᾶς μεγίστης μητρὸς θεῶν ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέωνἱερείων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι μηνὸς Φαῶφι ε ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἀπέδοντοἀπεδοτοτο Σαλῆς Πατσεοῦτος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ιη μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν καὶ Τανεμιεὺς Πατσεοῦτος Περσίνη ὡς ἐτῶν κε μέση μελίχρως μακροπρόσωπος εὐθύριν μετὰ κυρίου ἀμφοτέρων Πααμήνιος τοῦ Ψεννήσιος Πέρσου τῆς ἐπιγονῆς ὡς ἐτῶν λ μέσου μελιχρόου ὑποκλάστου στρογγυλοπροσώπου εὐθυρινὸςεὐθυρινου τὴν ἐπιβάλλουσαν αὐτοῖςαὐταῖς μερίδα οἰκίαςοἰκίαν ᾠκοδομημένηςὠικοδομημενην καὶ ἐστε γασμένηςἐστεγασμενην καὶ τεθυρωμένηςτεθυρωμενην καὶ τῆςτὴν προσούσηςπροσουσαν αὐλῆςαὐλὴν τῆςτὴν οὔσηςοὐσαν ἐν τῶι ἀπὸ λιβὸς μέρει Παθύρεως, γείτονες· νότου οἰκία Πετο σίριος τοῦ ἱερέως καὶ Νεχούτου ἀδελφοῦ βορρᾶ οἰκία Πατοῦτος τοῦ Ἑριέως ἀπηλιώτου οἰκία Πατῆτος τοῦ Πελαίου λιβὸς οἰκία Παοῦτος τοῦ Πελαίου ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ναμοσῆσις Σπεμμίνιος Περσίνη ὡς ἐτῶν λ μέση μελάνχρως εὐθύριν χαλκοῦ ταλάντων δύο . προπωληταὶ καὶ βεβαιωταὶ τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Σαλῆς καὶ Τανεμιεὺς οἱ ἀποδόμενοι, οὓςἡν ἐδέξατο Νημεσῆσις ἡ πριαμένη. Ἡλιόδωρος κεχρημάτικα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.