Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.3.994

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους δ Μεσορὴ ια. ἀπέδοτο Ταθῶτις πήχεις στερεοῦ ε ἀφʼ ὧν Ταελολοῦς γ Πετεαρσεμθεὺς β γίνονται ε χαλκοῦ Ε. βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους δϛ ἐφ ἱερέωςἱερείως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων ἱερουπώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέωνεἱρειων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶνοὐσσῶν ἐν Πτολεμαίδι μηνὸς Παῦνι ια ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἀπέδοτο Ταθῶτις Φίβιος Περσίνη ὡς ἐτῶν ν μέση μελίχρως μακροπρόσωπος εὐθύρρινεὐθύριν μετὰ κυρίου τοῦ ἑαυτῆς πρεσβυτέρου υἱοῦ Πατσεοῦτος τοῦ Πατῆτοςτῆτος Πέρσου τῆς ἐπιγονῆς ἀπὸ τοῦ ὑπάρχοντος αὐτῇ ψιλοῦ τόπου τοῦ ὄντος ἐν τῷ ἀπὸ λιβὸς μέρει Παθύρεως πήχεις στερεοῦ ε ἐν τῷ ἀπὸ βορρᾶ μέρει γείτονες τούτων· νότου τῆς αὐτῆς ψιλὸς τόπος βορρᾶ οἰκία Σεννήσιος ἀπηλιώτου ὁδὸς λιβὸς ψιλὸς τόπος τοῦ ἱεροῦ ἢ οἳ ἂν ὦσιν γείτονες. ἐπρίατο Ταελολοῦς ΤοτοήτιοςΤοτοητις καὶ Πετεαρσεμθεὺς Πανοβχούνιος, ἀφʼ ὧν Ταελολοῦς γ Πετεαρσεμθεὺς πήχεις δύο γίνονται πήχεις ε χαλκοῦ Ε. προπωλη τρία καὶ βεβαιωτρία Ταθῶτις ἡ ἀποδομένη, ἣν ἐδέ ξαντο Ταελολοῦς καὶ Πετεαρσεμθεὺς οἱ πριάμενοι. Ἀμμώνιος ὁ παρὰ Σώσου κεχρημάτικα. ἔτους δ Μεσορὴ λ τέτακται ἐπὶ τὴν ἐν ΚροκοδίλωνΔιὸσ πόλει τράπεζαν ἐφʼ ἧς Ἀπολλώνιος θέμα δεκάτης ἐγκυκλίου κατὰ τὴν παρὰ Πανίσκου τοῦ τελώνου διαγραφὴν ὑφʼ ἣν ὑπογράφει Ἀπολλώνιος ὁ ἀντιγραφεὺς Ταελολοῦς Τοτοήτιος καὶ Πετεαρσεμθεὺς Πανοβχούνιος ψιλοῦ τόπου πήχεων ε ἐν Παθύρει ἀφʼ ὧν Ταελολοῦς πήχεις γ καὶ Πετεαρσεμθεὺς πήχεις β, ὃν ἠγόρασαν παρὰ Ταθώτιος τῆς Φίβιος χαλκοῦ Ε τέλος φ Ἀπολλώνιος τραπεζίτης χ

Cross-references (3)

  • TM-Text 56 primary
  • DDbDP-Text bgu;3;994 tier-1
  • HGV-Text 56 tier-1
About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.