Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.batav.6

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους η Μεχεὶρ β. ἀπέδοτο Ἁρκοννῆσις Φιγήριος τετάρτην μερίδα σφραγίδων β γῆς ἠπείρου ἐν τῷ Λατοπολίτῃ. ἐπρίατο Ναομσῆσις Σπεμμίνιος πυροῦ ιη. βασιλευόντων βασιλίσσης Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους η, ἐφʼ ἱερέωςἱερείως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος, τῶν ὄντων ἐν Ἀλεξανδρείαι· ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος, ἐφʼ ἱερέωνἱερείων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν· μηνὸς Φαῶφι κβ, ἐν Παθύρει ἐπὶ Σώσου ἀγορανόμου. ἀπέδοτο Ἁρκοννῆσις Φιγήριος Πέρσης τῶν μισθοφόρων ἱππέωνἱππείων ὡς ἐτῶν ν εὐμεγέθης μελάνχρως μακροπρόσωπος εὐθύριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ γῆς ἠπείρου σιτοφόρου ἐν τῇ κάτω τοπαρχίᾳ τοῦ ΛατοπολίτουΛατοπολείτου τετάρτηςτετάρτην μερίδοςμεριδα σφραγίδων δύο , μιᾶς μὲν ἀρουρῶν η γείτονες· νότου γῆ Πασήμιος, βορρᾶ κοιλὰς ΤπάχιςὙπαχίς, ἀπηλιώτου γῆ τῶν ἰβιοβόσκων, λιβὸς γῆ Πασήμιος ἀνὰ μέσον κοιλάς· ἄλλης δὲ ἀρουρῶν δύο γείτονες· νότου χῶμα, βορρᾶ γῆ Πατσάντιος, ἀπηλιώτου σκέλος τοῦ χώματος, λιβὸς κοιλάς· ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν. ἐπρίατο Ναομσῆσις Σπεμμίνιος Περσίνη πρὸς πυροῦ ἀρτάβας ιγ 𐅵. βεβαιωτὴς Ἁρκοννῆσις ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ναομσῆσις ἡ πριαμένη. Ἀμμώνιος ὁ παρὰ Σώσου κεχρημάτικα. ἔτους η Φαῶφι κβ. τέτακται ἐπὶ τὴν ἐν Παθύρει τράπεζαν, ἐφʼ ἧς Πατσεοῦς, θέμα δέκατον ἐνκυκλίου Ναομσῆσις Σπεμμίνιος ὠνῆς τετάρτηςτεταρτην μερίδοςμεριδα γῆς σιτοφόρου ἐν τῇ κάτω τοπαρχίᾳ τοῦ Λατοπολίτου σφραγίδων β, μιᾶς μὲν ἀρουρῶν η, ἄλλης δὲ ἀρουρῶν β, ἣνὁν ἠγόρασεν παρὰ Ἁρκοννήσιος τοῦ Φιγήριος πρὸς πυροῦ ἀρτάβας ιγ 𐅵 γίνονται χαλκοῦ τάλαντα β δραχμαὶ Δσ τέλος χαλκοῦ δραχμὰς Αχκα, οὗ ἀλλαγή, χαλκοῦ δραχμὰς Αϡν. Πατσεοῦς τραπεζίτης.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.