Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.adl.G3

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ϛ Ἁθὺρ ιϛ ἀπέδοτο Πασῆμις Νεχούτου τὴν ὑπάρχουσαν αὐτῷ μερίδα γῆς ἠπείρου λεγομένης Τέλωνος τὸ ἥμισυ καὶ φοινικῶνος τὴν αὐτὴν μερίδα. ἐπρίατο Ὧρος Νεχούτου χαλκοῦ ταλάντων β δραχμῶν Βφ. seal βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ϛ ἐφʼ ἱερέωςἱερείως βασιλέως πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος, τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείᾳ, ἐν δὲ Πτολεμαΐδι τῆς Θηβαΐδος ἐφʼ ἱερέωνἱερείων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαΐδι, μηνὸς Ἁθὺρ ιϛ ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἀπέδοτο Πασῆμις Νεχούτου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λ ἐλάσσω μελίχρως ὑποκλαστὸς πλατυπρόσωπος εὐθύριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ μερίδος γῆς σιτοφόρου ἐν τῷ περὶ Παθῦριν πεδίωι τὸ ἥμισυ, γείτονες νότου γῆ Πατσεοῦτος, βορρᾶ γῆ Πατοῦτος τοῦ Πελαίου, ἀπηλιώτου τεῖχος τῶν ἀμπελώνων, λιβὸς γῆ χέρσος Πατοῦτος τοῦ Φίβιος, ἢ οἳ ἂν ὦσι, καὶ ἀπὸ τοῦ φοινικῶνος τὸ ἥμισυ, γείτονες νότου Σάθωνος, βορρᾶ Νεχούτου τοῦ Γούνσιος, ἀπηλιώτου ποταμὸς, λιβὸς διῶρυξ, ἢ οἳ ἂν ὦσι γείτονες, ἧς μέτεστι τοῖς ἀδελφοῖς ἀδιαιρέτως. ἐπρίατο Ὧρος Νεχούτου χαλκοῦ ταλάντων β Βφ. προπωλητὴς καὶ βεβαιωτὴς τῆς ὠνῆς ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος. Ἀμμώνιος ὁ παρʼ Ἡλιοδώρου κεχρημάτικα. ἔτους ϛ Ἁθὺρ λ τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς Ἀπολλώνιος δεκάτης ἐγκυκλίου κατὰ τὴν παρὰ τοῦ τελώνου διαγραφήν, ὑφʼ ἣν ὑπογράφει ὁ ἀντιγραφεύς, Ὧρος Νεχούτου ὧν ἠγόρασεν ἐν τῶι περὶ Παθῦριν πεδίῳ γῆς ἠπείρου καὶ φοινικῶνος παρὰ Πασήμιος τοῦ Νεχούτου χαλκοῦ ταλάντων β Βφ τέλος Αυν. Ἀπολλώνιος τραπεζίτης.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.