Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.adl.G5
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους θ Παχὼν ιβ ἀπέδοτο Ἑρμογένης Θέωνος Ὥρωι Νεχούθου γῆς ἀρούρας ἓξ χαλκοῦ ταλάντων ϛ. seal βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ἐνάτου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος, τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαΐδι τῆς Θηβαΐδος ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Παχὼν ιβ ἐν Κροκοδίλων πόλει ἐπὶ Σώσου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἀπέδοτο Ἑρμογένης Θέωνος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νε μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν οὐλὴ λευκῷ ὀφθαλμῶι ἀριστερῶι ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι γῆς ἠπείρου σιτοφόρου ἐν τῶι ἄνω πεδίωι Κροκοδίλων πόλεως Θηβαΐδος τοῦ Παθυρίτου νομοῦ πάν των ἐν ἀρούραις λδ ἀρούρας ἕξ , ὧν γείτονες νότου γῆ Ἀέους ἧς κρατοῦσιν οἱ Φιγήριος υἱοὶ, βορρᾶ γῆ Πετεσούχου τοῦ Πόρτιτος καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου γῆ Ἰσιδώρου τοῦ Τεῶτος, λιβὸς γῆ Παχνούμιος τοῦ Πελαίου καὶ γῆ Πετεσούχου τοῦ Πόρτιτος καὶ τῶν ἀδελφῶν, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ὧρος Νεχούθου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λϛ μέσος μελίχρως ὑποκλαστὸς ἀναφάλανθος μακροπρόσωπος εὐθύριν οὖςὦς ἀριστερὸν τετρημένον, χαλκοῦ ταλάντων ἕξ . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν πάντων Ἑρμογένης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος. Πανίσκος ὁ σὺν Σώσωι κεχρημάτικα. Ἀπολλώνιος ὁ σὺν Νικομάχωι· κατατέθειται τὸ ἀντίγραφον ἐν τῆι βιβλιοθήκηιβυβλιοθήκηι. ἔτους θ Παχὼν ιβ.About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.