Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.3.881

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους θ Μεχεὶρ κγ. ἀπέδοτο Πμόις Θοτορ ταίου πέμπτον μέρος ἀπὸ τετάρτου μέρους γῆς καλουμένης Τέλωνος, ἐπρίατο Πετεαρσεμθεῦς καὶ οἱ ἀδελφοὶ ὄντες δ τῶν Πανοβχούνιος χαλκοῦ ταλάντων γ. βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους θ, ἐφʼ ἱερέωςἱερείως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέωνἱερείων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Μεχεὶρ κγ ἐν Παθύρει ἐπὶ Σώσου ἀγορανόμου. ἀπέδοτο Πμόις Θοτορταίου Πέρσης τῶν προσγράφων ὡς ἐτῶν μ μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν τὴν ὑπάρχουσαν αὐτῷ πέμπτην μερίδα ἀπὸ τετάρτης μερίδος τῆς ὅλης γῆς ἠπείρου σιτοφόρου ἐν τῷ περὶ Πάθυριν πεδίῳ ἄρουραν α δ καὶ τοῦ ἐπιβάλλοντος χαλάσματος ἀπὸ ἀρουρῶν κε καλουμένηςκαλουμενη Τέλωνος, γείτονες τῆς μερίδος νότου γῆ καὶ ἀμπελὼν Ταθώτιος, βορρᾶ γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου ἀμπελὼν Κάνωπος καὶ τῶν ἀδελφῶν, λιβὸς διῶρυξ χῶμα ἢ οἳ ἂν ὦσι ἐάν τι ἄλλο χάλασμα μετὰ τὴν ἄρουραν α δ κυριεύσουσι γείτονες πάντοθεν. ἐπρίατο Κοβαεθῆσις καὶ Πετεαρσεμθεῦς καὶ Πετεσοῦχος καὶ Φαγῶνις καὶ Ψεννῆσις τῶν Πανοβχούνιος χαλκοῦ ταλάντων γ. προπωλητὴς καὶ βεβαι ωτὴς Πμόις ὁ ἀποδόμενος ὃν ἐδέξατο Πετεαρ σεμθεῦς καὶ οἱ ἀδελφοὶ οἱ πριάμενοι. Ἑρμίας ὁ παρὰ Σώσου κεχρημάτικα. Demotic

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.