Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.3.879

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους μη Φαῶφι κη. ἀπέδοτο Πατοῦς Φαγώνιοςγῆς ἠπείρου ἀρούρης δ ἐπρίατο Πανοβχοῦνις Τοτοέους καὶ Μαιθῶτις Φαγώνιος χαλκοῦ ταλάντων δραχμῶν Δ βασιλεύοντος Πτολεμαίου θεοῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς ἔτους μη, ἐφʼ ἱερέωςἱερείως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεῶν Εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερειῶν Πτολεμαίου μὲν Σωτῆρος καὶ βασιλέως Πτολεμαίου θεοῦ Εὐεργέτου καὶ Σωτῆρος ἑαυτῶν Εὐχαρίστου, τοῦ δὲ βήματος τοῦ χρυσοῦ τοῦ βασιλέως Πτολε μαίου θεοῦ Εὐεργέτου τοῦ μεγάλου βασιλέως ἑαυτῶν Εὐχαρίστου καὶ Πτολεμαίου Φιλαδέλφου καὶ Πτολεμαίου Εὐεργέτου καὶ Πτολεμαίου Φιλοπάτορος καὶ Πτολεμαίου θεοῦ Ἐπιφανοῦς καὶ Εὐχαρίστου καὶ Πτολεμαίου θεοῦ Εὐπάτορος καὶ ἱερειῶν βασιλίσσης μὲν Κλεοπάτρας τῆς γυναικὸς καὶ Κλεοπάτρας τῆς θυγατρὸς καὶ Κλεο πάτρας τῆς μητρὸς θεᾶς Ἐπιφανοῦς καὶ κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῶν ὄντων καὶ οὐσῶν· ἐν Πτολεμαίδι τῆς Θηβαίδος μηνὸς Φαῶφι ιβ ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου ἀπέδοτο Πατοῦς Φαγώνιος Πέρσης τῶν προσγράφων ὡς ἐτῶν λε μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι γῆς ἐντὸς περιστάσει Παθύρεως ἀρούρης δ, γείτονες νότου γῆ Φίβιος τοῦ Τεῶτος, βορρᾶ ἡ λοιπὴ τοῦ αὐτοῦ Πατοῦτος, ἀπηλιώτου ποταμὸς, λιβὸς διῶρυξ, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πανοβχοῦνις Τοτοέους Πέρσης τῶν προσγράφων ὡς ἐτῶν μ ἐλάσσω μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν καὶ ἡ τούτου γυνὴ Κοβαετῆσις Φαγώνιος Περσίνη ὡς ἐτῶν λ ἐλάσσων μελίχρως στρογγυλοπρόσωπος εὐθύριν χαλκοῦ νομίσματος δραχμῶν τετρακισχιλίωντετραχισχιλίων . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πατοῦς ὁ ἀποδόμενος ὃν ἐδέξατο Πανοβχοῦνις καὶ Κοβαετῆσις οἱ πριάμενοι. ὠνὴ Μαιθώτιος

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.