Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.3.1204

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ε Χοιὰχ η. ἀπέδοτο Ταελολοῦς καὶ Σιεπμοῦς καὶ Τοτοῆς ἥμισυ οἰκίας πήχεως 𐅵, ἐπρίατο Κοβαετῆσις χαλκοῦ ταλάντου α. seal βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ε, ἐφʼ ἱερέωςἱερείως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέωνἱερείων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος μηνὸς Χοιὰχ η ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἀπέδοτο Ταελολοῦς Τοτοέους Περσίνη ὡς ἐτῶν λ ἐλάσσων μελίχρως μακροπρό σωπος εὐθύριν καὶ Σιεπμοῦς Τοτοέους Περσίνη ὡς ἐτῶν κη μέση μελίχρως μακροπρόσωπος εὐθύριν μετὰ κυρίου τοῦ ἑαυτῶν συνγενοῦς Ὥρου τοῦ Νεχούτου συνεπικελεύοντος Τοτοῆτος τοῦ Πελαίου καὶ συνπωλουμένου τοῦ ἑαυτῶν πατρὸς ἥμισυἥμισου οἰκίας ᾠκοδομημένηςὠικοδομημένης καὶ ἐστεγασμένης καὶ τεθυ ρωμένης τῆςτὴν οὔσηςοὐσαν ἐν τῷ ἀπὸ νότου μέρει τοῦ ἐν Παθύρει ὀχυρώματος πῆχυν στερεοῦ 𐅵 οὗ μέτεστι τὸ ἄλλο ἥμισυ Πανοβχούνει Τοτοέους ἀδιαιρέτου, γείτονες τῆς ὅλης οἰκίας νότου οἰκία Ἁρπαήσιος καὶ τῶν ἀδελφῶν, βορρᾶ οἰκία Σιεπμοῦτος, ἀπηλιώτου ῥύμη βασιλική, λιβὸς τεῖχος τοῦ ὀχυρώματος, ἢ οἷ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Κοβαετῆσις Φαγώνιος Περσίνη ὡς ἐτῶν μ μέση μελίχρως στρογγυλοπρόσωπος εὐθύριν χαλκοῦ ταλάντου α. προπωληταὶ καὶ βεβαιωταὶ Ταελολοῦς καὶ Σιεπμοῦς καὶ Τοτοῆς οἱ ἀποδόμενοι οὓς ἐδέξατο Κοβαετῆσις ἡ πριαμένη. Ἀμμωνιος κεχρημάτικα. ἔτους ε Χοιὰχ λ. τέτακται ἐπὶπρὸσ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς Πανίσκος δεκάτης ἐγκυκλίου κατὰ τὴν παρὰ Πανίσκου τοῦ τελώνου διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Πανίσκος ὁ ἀντιγραφεύς, Κβετῆσις Φαγώνιος μέρουμερος οἰκίας ἐν Παθύρει ἧς αἱ γειτνίαι δεδήλωνται διὰ τῆς συγγραφῆς ᾠκοδομημένηςὠικοδομημένης καὶ τεθυρωμένης ἧς αἱ γειτνίαι δεδήλωνται διὰ τῆς συγγραφῆς ἣν ἠγόρασεν παρὰ Ταελολοῦτος καὶ Σιεφμοῦτος τῶν Τοτοέους καὶ Τοτοέους τοῦ πατρὸς συνεπικελευομένου τῆι ὠνῆι χαλκοῦ ταλάντου α, τέλους οὗ ἀλλαγὴἀποδ χ ψκ. Πανίσκος τραπεζίτης

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.