no image
DDbDP-text
Letter from Petesouchos to his brother Petearsemtheus and others about safety and crop loss. A private letter from Petesouchos to his brother Petearsemtheus and other men at Pathyris, reassuring them that he and his companions are safe after a separation in which they had feared being killed. He mentions news that mice have eaten the sown seed and invites them to come here or to Diospolis to buy wheat. machine translation
Linked by Trismegistos ID
TM 76.
Each record below describes this same artifact or text from a different angle.
[r]
Πετεσοῦχος Πανεβχούνιος Πετεαρσεμθεῖ
καὶ Παγάνει Πανεβχούνιος καὶ
Παθήμει Παρᾶ καὶ Πετεαρσεμθεῖ
Ἁργενούφιος καὶ Πετεαρσεμθεῖ
Ψεννήσιος καὶ Ὥρωι Πατῆτος χαίρειν
καὶ ἐρρῶσθαι. ἔρρωμαι δὲ καὶ αὐτὸς
καὶ Ἐσθαῦτις καὶ Πατοῦς καὶ Ἀλμέντις
καὶ Φίβις καὶ Ψενοσῖρις καὶ Φάφις
καὶ οἱ παρʼ ἡμῖν πάντες. μὴ λυπεῖσθε ἐπὶ τοῖς χωρισθεῖσι. ὑπελάμβανον φονευθήσεσθαι. οὐθὲν
ἡμῖν κακὸν ἐποίησεν ἀλλʼ ἐκ τῶν
ἐναντίων ἐπιμεμέληται,
περὶ ὧν, ἐὰν αἱρῆτε, γράψατέ
μοι. ἠκούσαμεν τὸν μῦν καταβεβρωκέναι τὸν σπόρον. καλῶς
ἡμῖν ὦδε, ἢ ἐν Διοσπόλει ἐὰν
αἱρῆσθε, πυρὸν ἀγοράσαι ἥκετε.
τὰ δʼ ἄλλα χαρίζοισθʼ ἑαυτῶν ἐπιμελόμενοι ἵνʼ ὑγιαίνητε.
ἔρρωται Ὧρος καὶ Πετοσῖρις.
ἔρρωσθε. ἔτους ιθ Παχὼν η.
[v]
παρὰ
Πετοσούχου
τοῦ Νεβχούνιος
Πετεαρσεμθεῖ Νεβχούνιος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.