Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.gron.10
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
καὶ την καὶ παραχρῆμα τὸ ἥμισυ τούτων ἁπάντων ὑποστέλλειν σοὶ τῇ ἁγίᾳ ἐκκλησίᾳ μετὰ θάνατόν μου ὡς προεῖπον, καὶ τὸ ἕτερον ἥμισυ μέρος Κοσμίλλᾳ τῇ ἐμῇ συμβίῳ, ἔξω τῶν ἀνδραπόδων τῶν τε ἀρσένωνἀρρένων καὶ θηλειῶν μου ἃ πάντα βούλομαι καὶ κελεύω ἐλευθερῶσαι, μηδενὸς ἀντιλέγοντος ἢ ἀντιποιηθησομένου, ὕστερον δὲ τοῦ αὐτοῦ ἡμίσεως μέρους τῆς αὐτῆς ὑπάρξεώς μου εἰς σὲ τὴν αὐτὴν ἁγίαν ἐκκλησίαν μεταβαίνοντος μετὰ τελευτὴν τῆς αὐτῆς μου συμβίου. τοῦτο δὲ διατάττω κύριοςκυριως ὑπάρχων πάντων τῶν προσόντων μοι πραγμάτων, καὶ μηδενὸς ἀθετεῖν ταύτην τὴν χάριν δυναμένου. ἐπειδὴ δὲ ἡ ἐμὴ γνησι ωτάτη ἀδελφὴ Σενεπώνυχος τρεῖς ἀρούρας ἠπείρουἠπίρου πρὸς λίβα τοῦ χωρίου ἠξίωσέν με παραχωρῆσαι αὐτῇ, τοῦτο κελεύω εὐθὺ μετʼ ἐμὴν τελευτὴν γενέσθαι, ὥστε ταύτην ἔχειν τὰς αὐτὰς τρεῖς ἀρούρας μετὰ τοῦ τρίτου μέρους τῆς νήσου καὶ τόπου Πκρῶ τοῦ ἀγράφως αὐτῇ πάλαι παραχωρηθέντος, μηδενὸς ἑτέρου σκοποῦ ἢ ἑτέρου ἢ ἐγγράφου τὴν παροῦσαν γνώμην ἀνατρέπειν δυνησομένου, ἀλλὰ πάντων ὡς προεῖπον τῶν ἐμῶν πραγμάτων τούτῳ τῷ τύπῳ οἰκονομου μένων, τοῦτʼ ἔστιν τοῦ ἡμίσους σοὶ τῇ ἐκκλησίᾳ παραχρῆμα ὑποστέλλοντος καὶ τῆς ἐμῆς ἐλευθέρας τὸ ἕτερον μέρος ἥμισυ ἔχουσης καὶ καρπουμένης ἄχρις τελευτῆς αὐτῆς· μέτʼ ἐπὶ σὲ τὴν ἐκκλησίαν ἀνελεύσεται, μὴ δυναμένης τῆς αὐτῆς συμβίου μου μετὰ θάνατόν μου ἔτι χαρίσασθαι τὸ τυχὸν τῶν αὐτῶν πραγμάτων. καὶ ἔστω ἡ χάρις κυρία καὶ βεβαία πανταχοῦ προφερομένη. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. δισσὸν γραφὲν ὁμότυπον, ἓν τῇ ἐκκλησίᾳ, ἕτερον δὲ τῇ ἐμῇ συμβίῳ Κοσμίλλᾳ. λέγω δὲ καὶ κελεύω καὶ χαρίζομαι μετὰ τὴν τελευτὴν τῆς προκειμένης μου συμβίου τὸ ἥμισυ μέρος τῆς οἰκίας τῆς ἐπὶ λαύρας τὸ χαρισθέν μου παρὰ τοῦ πατρός μου τῇ ἀδελφῇ μου Σωφρόνῃ καὶ τοῖς κληρονόμοις τῆς ἀδελφῆς μου Θεοτίμης κατὰ τὸ ἥμισυ μέρος, καὶ περὶ τούτου ἐπερωτηθεὶς ὡμολόγησα. Φλάυϊος Ἀβραὰμ ἀπὸ πραιποσίτων ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γράμμα τῆς ἐμῆς γνώμης ἤτοι χάριτος καὶ εὐδοκῶ πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. Φλάυϊος Λπχεμ ἀπὸ πραιποσίτων παρήμηνπαρήμιν καὶ μαρτυρῶ. Αὐρήλιος Κτίστης Πλήνειος ἄρξας μαρτυρῶ. Φλάυϊος Θεοδόσιος υἱὸς Εὐλογίου σχολαστικὸς παρήμην καὶ συνμαρτυρῶ. Φλάυϊος Ἡλίοδωρος ἀπὸ τριβούνων μαρτυρῶ. Φλάυϊος Σύρος ἀπὸ τριβούνων μαρτυρῶ. Φλάυϊος Μακάριος ἀπὸ τριβούνων μαρτυρῶ.Cross-references (3)
- TM-Text 38232 primary
- DDbDP-Text p.gron;;10 tier-1
- HGV-Text 38232 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.