Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.muench.1.8
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
α πολλάκις ὑγιεστο οκια τὸν κοινὸν πᾶσιν βίον ἐκτελέσαι τὴν προσφοράν μου ω ἀδήλου δὴ οὔσης τῆς ιμ vestiges μᾶλλον δὲ καὶ τη vestiges μέχρι τῆς δεῦρο υἱοῦ μου γνησίου καὶ πιστικοῦ τυγχάνοντος ἀναπαύσεως καὶ θαλπούσης καὶ ἐπιμελουμένης μου καὶ ἐν οὐδενὶ πώποτε λυπησάσηςληπησασης με ἔργῳ καὶ λόγῳ, ἔδοξεν ἐμοὶ ἕλεσθαίεἵλασθαί σε ὡς πιστικὸν δυνάμενον τὰς φροντίδας τῆς προσφορᾶς μου καὶ τὰ ἀνθρωποπρεπῆ μου νόμιμα ἐκτελέσαι μετὰ τὴν ἐμὴν τελευτὴν μετὰ πάσης σπουδῆς καὶ ἐπιεικείαςἐπιεικίας. ὅθεν εἰς ταύτην ἐλήλυθα τὴν ὁμολογίαν τύπους ἔχουσανἐχουσα τῆς παραχωρήσεως νοοῦσα καὶ φρονοῦσα καὶ λογισμοῦ σῶς οὖσα καὶ ἐρρωμένην ἔχουσα τὴν διάνοιαν, διʼ ἧς ὁμολογῶ ἐκουσίᾳ καὶ ἀμετανοήτῳ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ συνειδήσει καὶ ἀμετατρέπτῳ λογισμῷ ἑκούσαἑκούση καὶ πεπεισμένη ἄνευ δόλου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης δεδωκέναι σοὶσε σήμερον τὸ ἥμισυ μέρος μέρος τῆς κέλλας μου τῆς λεγομένης κέλλας Παταροῦτος καὶ τὸ ἥμισυ μέρος τοῦ συμποσίου ἐπάνω τῆς αὐτῆς κέλλας καὶ τὸ ἥμισυ μέρος τοῦ ἀέρος ἐν τετάρτῃ στέγῃ ἐπάνω τοῦ ἀκουβίτου Ἀβρααμίου Παχυμίου πλησίον τῆς ἐμῆς οἰκίας εἰς λόγον τῆς ὁσίας μου προσφορᾶς καὶ τὰ ἀνθρωποπρεπῆ μου νόμιμα κατὰ τὴν ἐμὴν μετριοσύνηνρτριοσυνην μετὰ τὴν ἐμὴν τελευτήν τὴν δὲ αὐτὴν κέλλαν καὶ τὸ ἐπάνω αὐτῆς συμπόσιον καὶ τὸν ἀέρα ἐν τετάρτῃ στέγῃ, κατηντηκὸς εἰς ἐμὲ καὶ εἰς τὸν πατέρα σου ἀπὸ δικαίας ἀγορασίας παρὰ Τηρουτήρου, τὴν δὲ αὐτὴν κέλλαν διακειμένην ἐπὶ τὴν Συήνην καὶ περὶ τὸ νότινον μέρος τοῦ φρουρίου καὶ περὶ λαύραν τῆς παρεμβολῆς καλουμένην τῶν σκυτέωνσκετέων, τὸ δὲ ἄλλο ἥμισυ μέρος τῶν προδεδηλωμένωνπροδεδηλουμένων τόπων ἀνήκει τῷ πατρί σου, πρὸς τῷ σὲ τὸ αὐτὸ ἥμισυ μέρος τῶν προδεδηλωμένωνπροδεδηλουμένων τόπων μετὰ τὴν ἐμὴν τελευτὴν κυριεύειν καὶ δεσπόζειν καὶ ἐξουσιάζεινἐξουσιάσειν καὶ ἐπιτελεῖν τὰ περὶ αὐτῶν τρόπῳ ᾧ ἐὰν αἱρῇ ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ ἐπιτελέσαι τὰ ὁσίας μου προσφορᾶς πρὸς τὴν ἐμὴν μετριοσύνην ἰδίᾳ σου ἀγαθῇ πίστει, καὶ μετὰ τὴν ἐμὴν τελευτὴν ἐξεῖναί σοι εἰσελθεῖν καὶ κληρονομῆσαι μετὰ τῶν ἄλλων σου ἀδελφῶν ἐξ ἰσομοιρίας ἅπαντα τὰ καταλειφθησόμενα παρʼ ἐμοῦ καὶ παρὰ τοῦ πατρός σουσουου ἄνευ πάσης πλεονεξίας, καὶ μηδενὸς τῶν ἀδελφῶν σου δυνησομένου ἐπελεύσεσθαίἐπελεύσασθαί σε ἢ ἀντιποιεῖσθαι περὶ τούτου ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμιᾷ, μηδὲ ἐμοῦ αὐτῆς περιούσης δυνησομένης μεταμελη θῆναι καὶ ἕτερον γράμμα θέσθαι ἀντικείμενον εἰς κατάλυσιν τούτου τοῦ ἀποχαρίσματος, ἀλλὰ εἶναι αὐτὸ βέβαιον καὶ ἀρραγὲς καὶ ἀσάλευτον ἐπὶ τὸ διηνεκές. εἰ δὲ βουληθείην κατά τινα τρόπον μεταμεληθῆναι ἤγουν παρασαλεῦσαι τὰ ἐγγεγραμμένα διὰ δόλου, ἐξεῖναί μοι παρασχεῖν ὑπὲρ συνθηκῶν παραβάσεωςπαραβασεων χρυσοῦ νομίσματα δέκα ὀκτὼ μετὰ καὶ τοῦτο ἐμὲ μηδὲν ἰσχύειν κατὰ τούτου τοῦ ἀποχαρίσματοςαποχαρρισματος ἀλλὰ ἐμμένειν αὐτῷ ἐπὶ τὸ διηνεκές. εἰς δὲ μείζονά σου ἀσφάλειαν ἐπωμοσάμην τόν τε παντοκράτορα θεὸν καὶ τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα τῶν χριστιανῶν ἑτοίμως ἔχειν με στέρξαι καὶ ἐμμεῖναι πάντα τὰ προγεγραμμένα καὶ μὴ παρασαλεῦσαι ἢ παραβῆναι αὐτὰ διὰ τὸ ἑκοῦσανἑχοῦσαν καὶ πεπεισμένην ἐληλυθέναιἐληλυθα εἰς τοῦτο τὸ ἀποχάρισμα κύριον καὶ βέβαιον ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Μαρία Δίου μητρὸς Ταεὶτ χηρεύουσαχηρεσουσα ἡ προκειμένη ἐθέμεθα τὴν ὁμολογίανὁμωλογια καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμέναἐγγεγραμένα ὡς πρόκειται. Φλαύιος ἸωάννηςἸωάνης ἈβρααμίουἈβραάμιος κεντυρίων λεγεῶνος Συήνης ἀξιωθεὶςἀξειωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματαγράματα μὴ εἰδυίηςεἰδηείυς. Φλαύιος Βασιλείδης Δίου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ . Φλαύιος Παπνοῦθις Δίου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Εὐλόγιος Ἀλλάμωνος κεντυρίων λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Ἰωσὴφ Ἀλλάμωνος ὀρδδινάριος αὐγουστάλιοςἀγουστάλιος Συήνης μαρτυρῶ . Φλαύιος Δίδυμος Σιλβανοῦ ἀπὸ βικαρίωνβικαριανῶν λεγεῶνος Συήνης μαρτυρῶ . Ἄπα Δῖος Ἀβραὰμ διάκονος ἐκκλησίας Συήνης μαρτυρῶ. Αὐρήλιος ΜηνᾶςΜηνα ἸωάννουἸωαννης ἀπὸἀπω ὌμβωνὬνβων μαρτυρῶ. Φλαύιος Γεώργιος Μουσαίου ἀδιούτωρ λεγεῶνος Συήνης ἐσωμάτισα.Cross-references (3)
- TM-Text 15316 primary
- DDbDP-Text p.muench;1;8 tier-1
- HGV-Text 15316 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.