Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.5.1730
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυΐου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους τετάρτου Μεσορὴ κθ τῆς τετάρτης ἰνδικτίονος ἐν Συήνῃ Φλαύϊος Ἰωάννης ἐκ πατρὸς Ἰακώβου στρατιώτης ἀριθμοῦ Συήνης ὁρμώμενος ἀπὸ τῆς αὐτῆς ναύτης τὸ ἐπιτήδευμα ὁ καὶ ἑξῆς ὑπογραφέα παρέχων τὸν ὑπὲρ αὐτοῦαὐτον ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς προσμαρτυροῦντας τῇδε τῇ βεβαίᾳ ὁμολογίᾳ Φλαυΐῳ Πατερμουθίῳ υἱῷ Μηνᾶ στρατιώτῃ ἀριθμοῦ Ἐλεφαντίνης ὁρμωμένῳ δὲ ἐν Συήνῃ καὶ τῇ τούτου συμβίῳ Αὐρηλίᾳ Τκακὼ ἰδίᾳ μου ὁμογνησίᾳ ἀδελφῇ χαίρειν. ἐπειδὴ πρὸ ὀλίγων ἡμερῶν τέλει τοῦ βίου ἐχρήσατο ὁ ἐμὸς πατὴρι Ἰακὼβ καὶ τὸ μέρος οἰκίας τῆς μητρὸς αὐτοῦ Τλοῦ ἀνέδραμεν εἰς ἡμᾶς ὥστε τραφῆναι αὐτὴν ἄχρι τῆς αὐτῆς τελευτῆς ἅμα τῶν ἐξ αὐτῆς γεννηθέντων υἱῶν ὑπὲρ ὀνόματος τοῦ ἀναπαυσαμένου ἡμῶν πατρὸς Ἰακώβου, ἐν δὲ τῷ παρόντι καιρῷ ὑπομνησθεὶς παρʼ αὐτῆς ὑπὲρ τοῦ μέρους μου ἀναλώματος τε καὶ δαπανήματος καὶ τροφῆς οὐκ ἐδυνήθην τοῦτο ἀπολογεῖσθαι διὰ τὴν συνεχομένην μοι ἀσθένειαν παρακλήσεις πολλὰς προσενήνοχαοσενηνοχα ὑμῖν δέξασθαι παρʼ ἐμοῦἐμοι τὸ λαχόν μοι μέρος οἰκίας αὐτῆς καὶ χρείαςχρεια αὐτῆς, χορηγηθησομένηςχωρηγηθεντος, παρʼ ὑμῶν πάσης τῆς καθημερινῆς τροφῆς. ἐζητήσατε οὖν λαβεῖν ἀσφάλειαν ὑπὲρ ἐμοῦ περὶ τούτου. κατὰ τοῦτο ἥκω εἰς ταύτην τὴν ἔγγραφον ὁμολογίανασφαλειαν διʼ ἧς ὁμολογῶ ἀποτετάχθαι ὑμῖν τὸ μέρος αὐτῆς οἰκίας καὶ οἰκοσκεύῃοἰκοσκευοις συλήσεισυλήσι ἀντὶ τοῦ προειρημένου ἀναλώματος καὶ δαπανήματος αὐτῆς καὶ μηκέτι μηδένα λόγον ἔχω πρὸς ὑμᾶς περὶ τούτου διὰ τὸ ἐμὲ οὕτω δεδόχθαι καὶ κατὰ παράκλησιν ἐμὴν συνετάξατε τοῦτο ποιῆσαι καὶ μὴ ἐγκαλεῖν ὑμῖν μήτε ἐγκαλέσειν μήδʼ ἕτερόν τινα τῶν ἐξ ἐμοῦ ὀνόματος ἐν τῷ νῦν καὶ ἐν μηδένι καιρῷ κατὰ μηδένα τρόπον ἀφορμὴν ἢ μέθοδον ἢ εὐρησιλογίανεὐρεσιλογίαν· εἰ δὲ βουληθείην ἐγκαλεῖν ὑμῖν ἕνεκεν τούτου ἐφʼ ᾧ ἐμὲ διδόναι λόγῳ καταδίκης χρυσοῦ οὐγκίανὀγγίαν μίαν ἔργῳ καὶ δυνάμει ἀπαιτουμένηνἀπαιτουμενα ἐκ τῆς ἐμῆς ὑποστάσεως καὶ εἰς ὑμῶν ἀσφάλειαν ἐθέμην τὴν παροῦσαν ὁμολογίαν τῆς παραχωρήσεως κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς κατὰ πρόσωπον ὡμολόγησα καὶ ἀπέλυσα. Ἰωάννης Ἰακώβου ὁ προκείμενος ἐθέμην ταύτηντούτην τὴν ὁμολογίαν ἤτοι ἀποταγὴν καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. Φλαύιος Μηνᾶς Ἀβρααμίου στρατιώτης Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦαυτης γράμματα μὴ εἰδότος. Φλαύιος Ἄπα Δῖος Ἰωάννουιωαννης Συήνης μαρτυρῶ. Φλαύιος Κόλουθος ΒίκτοροςΒίκτωρ στρατιώτης Συή νης μαρτυρῶ. Φλαύιος Μουσαῖος Βίκτορος στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Μάρκου Ἄπα Δίου ἐγράφη. ὁμολογία γεναμένη Ἰωάννου Ἰακώβου ναύτου ἀπὸ Συήνης πρὸς Πατερμούθιον καὶ Τκακὼ σύμβιον.Cross-references (3)
- TM-Text 19745 primary
- DDbDP-Text p.lond;5;1730 tier-1
- HGV-Text 19745 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.