Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.muench.1.4_5v

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

χμγ βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου καὶ μεγίστου εὐεργέτου Φλαυίου Τιβερίου Νέου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ἑβδόμου ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους τρίτου ἰνδικτίονος ἐν Συήνῃ. Φλαυίος Πατερμούθιος ἐκ πατρὸς Μηνᾶ τοῦ καὶ λεγομένου Βῆννε μητρὸς στρατιώτης τείρων ἀριθμοῦ Συήνης καὶ ἀπὸ τῆς αὐτῆς Συήνης ὁρμώμενος ὁ καὶ ἑξῆς ὑπογραφέα παρέχων τὸν ὑπὲρ αὐτοῦ ὑπογράφοντα καὶ μάρτυρας ητοὺς ἐξῆς κατʼ ἐπιτροπὴν αὐτοῦ προσμαρτυροῦντας τῇδε τῇ ὠνιακῇ ἀσφαλείᾳ Αὐρηλίῳ Μήνᾳ υἱῷ Παύλου μητρὸς Σουσάννας ἀπὸ Ὄμβων ὁρμωμένῳ καὶ τῇ τούτοῦαὐτοῦ συμβίῳ θυγατρὶ λιου ἐκ μητρὸς Ῥαχὴλ ἀπὸ Ὄμβωναχηβων χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Πατερμούθιος ἑκὼν καὶ πεπεισμένος ἄνευπαντὸς δόλου καὶ φόβου καὶ εαιτδοιου συναρπαγῆς γν κακοηθείας καὶ παντὸς ἐλαττώματοςἐλλαττόματος καὶ φαύλου διανοή ματος ἀλλὰ ὀρθῷ σκοπῷ ἐλαυνόμενος ἅμα δὲ ἐπομοσάμενοςἐπομωσάμενος τὸν φρικτὸν καὶ σεβάσμιον ὅρκον κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ νίκης καὶ διαμονῆς τῶν γαληνοτάτων ἡμῶν δεσποτῶν Φλαυίων Τιβερίου Κωνσταντίνου καὶ Αἰλίας Ἀναστασίας τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων πεπρακέναι ὑμῖν σήμερον καὶ καταγεγραφηκέναι νόμῳ πράσεως καὶ δεσποτικῷ δικαίῳ τὸ ὑπάρχον μοι πλοῖον ἀγριοχηνοπρυ μνὲςἀγριοχηνοπρημνὴς ἔχον ἀγωγὴν ἀρταβῶν πεντακοσίων πλεοέλαττον ἑλληνικὸν φικοπήδαλον ἄσκηνον σεσανιδωμένον ἀπὸ πρώρας μέχρι πρύμνης σὺν ἱστῷ καὶ κέρατι καὶ ἀρμένίῳ καὶ κώπαις καὶ ἀγκύρᾳ καὶ μολύβδων σιδηροῖς ὡσπερεὶ οὖσιν σὺν σχοινίων τε καὶ μαγκάνοις καὶ ξυλίναις μηχαναῖς καὶ λοιποῖς εἴδεσιεἴδεσσι ἁπάσης ἐξαρτίας ἤτοι ὕλης ἀπὸ μεγάλου εἴδους μέχρι ἐλα χίστου καὶ εὐτελοῦς τινος ἐλθὸν εἰς ἐμὲ ἀπὸ ἀγορασιαστικοῦ δικαίου παρὰ Κύρου Ἰσακίου τοῦο κυβερνήτουκυβερνητης ἀπὸ Ἀπόλλονος ἄνω πρὸς τὴν δύναμιν τῶν δικαιωμάτων ἀκολούθως τῇ γεγενημένῃ μοι πράσει ἥνπερ ὑμῖν ἐξεδό μην εἰς πλειοτέραν ἀσφάλειαν, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένηςσυμπεφωημένης καὶ συναρεσάσης χρυσοῦ νομισμάτωννομίσματα δέκα καὶ ἐννέα δίμοιρονδιομοιρον ζυγῷ Συήνης γίνεται χρυσοῦ νομίσματα ιθ 𐅷 ζυγῷ Συήνης, ἥνπερ τὴν τελείαν τιμὴν αὐτόθι ἀπέσχον παρʼ ὑμῶν τῶν ὠνουμένων ἐγὼ ὁ πεπρα κὼς ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ χειρὸς ὑμῶν εἰς χεῖρά μου ἀριθμῷ καὶ σταθμῷ πλήρη τῆς αὐτῆς Συηνιτῶν πρὸς τῷ ὑμᾶς ἀπεντεῦθεν τοῦ προδεδηλωμένουπροδεδηλουμένου πλοίου ἤτοι ἀγριοχηνοπρυμνίδοςἀγριοχηνοπρυμνοῦςἀγριοχηνοπρημνης σὺν τῆς ἁπάσης αὐτοῦ ἐξαρτίας ἤτοι ὕλης κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ χρηματίζειν καὶ μετασχηματίζειν καὶ πωλεῖν καὶ μεταπωλεῖν καὶ ἀλλαγὰς ποιεῖν καὶ ἐκμισθοῦν καὶ φιλοκαλεῖν καὶ πλέειν καὶ ναυτίλλεσθαιναυτίλεσθαι καὶ χαρίζεσθαι καὶ τέκνοις καὶ ἐγγόνοις διατάσσεινδιατάσσιν κτᾶσθαι χρᾶσθαι καὶ πάντα περὶ αὐτοῦ ποιεῖν καὶοιαι πράττειν ἀκολούθωςἀκωλύτως δὲ καὶ ἀνεμποδίστως. τὸν δὲ ἐπελευσόμενον ὑμῖν ἢ καὶ ἀντιποιησόμενον ἐκστήσω καὶ καθαροποιήσω ἰδίοις μου ἀναλώμασι. εἰ δὲ ἀσθενήσαιμι περὶ τὴν τοῦτου καθαρο ποίησιν καὶ ἀποσόβησινἀποσώβησιν, ἐφʼ ᾧ ἐμὲ παρασχεῖν τὴν ἐγκειμένην τιμὴν ἐν διπλῷ ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἐκ τῆς ἐμῆς ὑποστάσεως καὶ μηδὲν ἰσχύεινἰσχύιν κατὰ τῶν ἐγγεγραμμένων ταύτῃ τῇ παρούσῃ πράσει, ἀλλὰ πρὸς τῷ ἄκοντα ἐμμένειν αὐτῇ ὡς ἐν δημοσίῳ ἀρχείῳ γεγενημένῃ διὰ τὸ ἐμὲ ἀνάγκης ἢ βίας μὴ ἐπικειμένης ἢ ἀπάτης ἢ δόλου ἀλλὰ διὰ τὸ ἐμοὶ οὕτω δεδόχθαι πεπρακέναι ὑμῖνσοι τὸτον προγεγραμμένον πλοῖον καὶ ἀπεσχηκέναι με παρʼ ὑμῶν τὴν τελείαν τὴν ἐγκειμένην τιμὴν ἐν χρυσοῦ νομίσμασινομίσματι δέκα καὶ ἐννέα δίμοιρον ζυγῷ Συήνης. καὶ βεβαιῶ ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει καὶ εἰς ἀσφάλειαν ὑμῶν ἐθέμην ταύτην τὴν παροῦσανουσαν πρᾶσιν μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθεὶς κατὰ πρόσωπον ταῦθʼ οὕτως ἔχειν ποιεῖν ἐμμένειν φυλάττειν ὡμολόγησαὡμόγησασμογησα καὶ ἀπέλυσα . Φλαύιος Πατερμοῦθις ἐκ πατρὸς Μηνᾶ τοῦ καὶ Βῆννε στρατιώτης τείρων λεγεῶνος Συήνης ὁ προκείμενος πέπρακα τὸ ὑπάρχον μοι σκάφος ἀγωγῆς ἀρταβῶν πεντακοσίων πλεοέλαττον καὶ ἀπέσχον παρʼ ὑμῶν τὴν τελείαν τιμὴν ἐν χρυσοῦ νομίσμασι δέκα ἐννέα δίμοιρον ζυγῷ Συήνης καὶ βεβαιῶ ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται . Φλαύιος Μᾶρκος Ἄπα Δίου στρατιώτης ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος . Φλαύιος Ἁτρῆς Βίκτωρ στρaτιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ τῇ πράσει ἀκούσαςαἰτηθεὶς παρὰ τοῦ θεμένου. Φλαύιος ΘεόδωροςΘεόδορος Κόμες στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Ἰωάννης υἱὸς Δίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Παείων Δίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Ἰωσὴφ Βίκτωρ στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ . Φλαύιος Ἰωάννης Πέτρου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Ἀβραὰμ Μουσαίου ἐσωμάτισα . πρᾶσις πλοίου ἤτοι σκάφους ἀγριοχηνοπρυμνοῦςἀγριοχηνοπρύμνεςἀγριοχηνοπρήμνης πραθέντος παρὰ αεΦλαυίου Πατερμουθίου Μηνᾶ τιμῇ χρυσοῦ νομισμάτων ιθ 𐅷 ζυγῷ Συήνης.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.