Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.5.1723

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους δωδεκάτου τοῖς μετὰ τὴν δευτέραν ὑπατείαν τοῦ αὐτοῦ γαληνοτάτου ἡμῶν δεσπότου ἔτους δεκάτου καὶ Φλαυίου Τιβερίου τοῦ εὐτυχεστάτου καὶ φιλανθρωπωτάτου ἡμῶν Καίσαρος μεγίστου εὐεργέτου ἔτους τρίτου Θὼθ ι τῆς ἑνδεκάτης ἰνδικτίονος ἐν Συήνῃ. Φλαούιος Ἄπα Δῖος Κυριακοῦ μητρὸς Τσαχωτος στρατιώτης ἀριθμοῦ Συήνης Αὐρηλίῳ υἱῷ ιου κυβερνήτῃ ἀπὸ τῆς αὐτῆς Συήνης καὶ Αὐρηλίᾳ Ἀναστασίᾳ θυγατρὶ μητρὸς ας ἀπὸ τῆς αὐτῆς Συηνιτῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδανεῖσθαι παρʼ ὑμῶν σήμερον εἰς ἰδίαν μου ἀναγκαίαν χρείαν παρὰ σοῦ μὲν χρυσοῦ νομισμάτια τρίατρεία , παρὰ σοῦ δὲ ἈναστασίαςἈναστασία χρυσοῦ νομισμάτιον ἓν , ζυγῷ Συήνης χρυσοῦ δοκίμου νομισμάτια τέσσαρατέσσερα, γίνεται χρυσοῦ νομισμάτια δ ζυγῷ Συήνης καὶ ὑπὲρ πίστεωςας καὶ ἀσφαλείας ὑπεθέμην ὑμῖν λόγῳ ἐνεχύρου καὶ δικαίῳ ὑποθήκης τὸ ὑπάρχον μοι τέταρτον μέρος οἰκίας τῆς μητρός μου τοῦτʼ ἔστι τὸ ον αρτρας μέρος ἀπὸ τῆς αὐλῆς σὺν εἰσόδῳ καὶ ἐξόδῳ καὶ τὸ λιβικὸν μέρος vestiges συμποσίου ἐν δευτέρᾳ στέγῃ καὶ τρίτῃ στέγῃ ἐπάνω τοῦ συμποσίου Τααμ ὥστε τὰ προδεδηλουμένα πάντα εἶναι ὑπὸ τὴν ὑμῶν ἐξουσίαν καὶ δεσποτείαν καὶ αὐθεντίαναὐθεντείαν καὶ ὑμᾶς αὐτοῖς χρήσασθαι ἄχρι συμπληρώσεως τῶν προγεγραμμένων χρυσοῦ δοκίμου νομισματίωννομισματια τεσσάρωντεσσερα ἰδίῳ μου κινδύνῳ καὶ εἰς ὑμῶν ἀσφάλειαν πεποίημαι ὑμῖν τοῦτο τὸ ὑποθηκιμαῖον γραμματεῖον κύριον καὶ βέβαιον ἁπανταχοῦ προφερόμενον μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς κατὰ πρόσωπον ὡμολόγησα καὶ ἀπέλυσα. Φλαύιος Ἄπα Δῖος Κυριακοῦ μητρὸς Τσαχω ἀπὸ Συήνης ὁ προκείμενος ἐθέμην ταύτην τὴν ἀσφάλειαν τεσσάρωντεσσέρων νομισματίωννομισματια καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. Φλαύιος Παῦλος στρατιώτης ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψαἐγρψα ὑπὲρ αὐτοῦ γράμματαγράματα μὴ εἰδότος. Φλαύιος Ἄπα Δῖος Μαρτίου ἀκτουάριος ἀριθμοῦ Συήνης μαρτυρῶ τῇῇ ἀσφαλείᾳ ἀκούσας παρὰ Ἄπα Δίου τοῦ καὶ θεμένου εἰπόντος μοι καὶ παρόντος ἐν δη μοσίῳ τόπῳ. Φλαύιος Πατερμούθεις Ἰωάννης στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Μηνᾶς Διδύμου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Μάρκου Ἄπα Δίου στρατιώτου ἀριθμοῦ Συήνης ἐσωματίσθη.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.