Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.5.1727
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αυγούστου καὶ Αὐτοκράτορος ἔτους δευτέρου ἐν Συήνῃ. Αὐρήλιοι Πατερμούθις υἱος Μηνᾶ μητρὸς Τσίας ναύτης ἀπὸ Συήνης καὶ Τκακὼ ἡ τούτου σύμβιος θυγάτηρ Ἰακώβου μητρὸς Ταπίας ὁρμωμένη ἀπὸ Συήνης οἱ καὶ ἑξῆς ὑπογραφέα παρέχοντες τὸν ὑπὲρ αὐτῶν ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς κατʼ ἐπιτρο πὴν καὶ αἴτησιν καὶ ἀξίωσιν μαρτυροῦντας τῇδε τῇ ὁμολογίᾳ χαίρειν. ἐπειδήπερ συνεζεύχθημενσυνζεύχθημεν ἀλλήλοις εἰς γάμουγαμον κοινωνίαν οὐ τὴν τυχοῦσαν ἀνάπαυσιν καὶ θάλψιν ἐνδεικνύμενοι ἀλλήλοις ἀναπαύοντες καὶ θάλποντες καὶ δουλεύοντες καὶ ὑπακούοντες καὶ ὑποτάττοντεςυποττοντες ἁπλῶς ἐν μηδένι παρεπικρίνοντες ἀλλὰ ἐν ὑποταγῇ πάσῃ, τοίνυν εὐλαβού μενοι μήποτε παρὰ προσδοκίαν ἡμῶν τινα ἐξ ἡμῶν τέλει τοῦ βίου χρησάμενον καὶ τῶν ἐνταῦθα τοῦ κόσμου ἐπαναχωρῆσαι πραγμάτων καὶ εὑρεθείη τὸν ζῶντα ὑστερού μενον παρὰ τῶν ἄμφοιν ἡμῶν τέκνωννων, ὅθεν νοοῦντεςνοο͂ντες, φρονοῦντες λογισμούς, ἔχοντες ἐρρωμένας τὰς διανοίας, τὰς φρένας ἀπαθεῖς, τὰς αἰσθήσεις ὑγιεῖς, ἐπὶ ποδῶν βαδίζοντες ἐπʼ ἀγοραῖς παρερχόμεθαπαρερχομενοι εἰς ταύτην τὴν ἔγγραφον ὁμολογίαν διʼ ἧς ὁμολογοῦμεν ἡμεῖς οἱ προ γεγραμμένοι ἑκόντες καὶ πεπεισμένοιπεπειμένοι δίχα παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ κολακείαςκολακίας καὶ μηχανῆς καὶ κακοηθείας καὶ ἐλαττώ ματος παντὸς δίς, τρὶς βουλευσάμενοι ὡς εἴη μὲν ἡμᾶς ζῶντας καὶ ὑγιαίνοντας ἐναπολαύειν καὶ χρήσασθαιχρησομεθα πάντων τῶν πραγμάτων ἡμῶν καθʼ ἣν ἂν βουλόμεθα διοίκησιν· ἐπὰν δὲ παρασταίη τῷ τῶν ὅλων δεσπότῃ Χρίστῳ, ὅπερ ἀπείη, τινὰ ἐξ ἡμῶν τέλει τοῦ βίου χρήσασθαι ἐφʼ ᾧ τὸν ζῶντα ἔχειν καὶ κατέχειν πάντων τῶν καταλειφθησομένων πραγμάτων ὑπὸ τοῦ τετελευτηκότος τῶντα περιελθόντωνπεριελθοντα εἰς αὐτὸν ἀπὸ γονέων διαδοχῆς καὶ ἀπὸ ἀγορασιαστικοῦ δικαίου καὶ ἀπὸ ἱδρώτων καμάτων ἔν τε οἰκίαις καὶ χρυσοῖς καὶ ἀργυροῖς καὶ χαλκοῖς καὶ ὀριχάλκοις καὶ ἐσθήμασι καὶ ὑφάσμασι καὶ παντοίοιςπαντοις λεπτοῖς εἴδεσι ἀπὸ μεγάλου εἴδους μέχρι ἐλαχίστου τινὸς καὶ τούτων κατακυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκεῖν καὶ φιλοκαλεῖν καὶ ἐκ αὐτῶν τρέφεσθαι καὶ ἱματίσαιἱματίζαι καὶ κηδεύσαι καὶ ἐκτελέσαι τὰς προσφορὰς τοῦ ἀποθανόντος, μηδένος τῶν τέκνων ἡμῶν δυναμένουδυνομένου μήτε δυνησομένου ἐπελεύσασθαι τῷ ζῶντι ἢ ἐγκαλεῖν ἢ λογοθετῆσαι ἢ κωλυομένου ἄχρι τελευτῆς αὐτοῦ καὶ μετὰ τὴν τελευτὴν ἐφʼ ᾧ ἅπαντα τὰ ὑφʼ ἡμῶν καταλειφθησό μενα πράγματα σταλῆναισταλησεται εἰς τὰ κοινὰ ἡμῶν τέκνα ἐξ ἰσομοιρίας καὶ μὴ διαφορὰν τέκνῳ παρὰ τέκνον ποιήσασθαι καὶ εἰ ὀφθείηὀφθειην χρεωστῶν ὁ τετελευτηκὼς ἢ καὶ χρεωστούμενος ἐφʼ ᾧ τὴν πᾶσαν δοσολημψίαν ποιήσασθαι ὑπὲρ αὐτοῦ ἄχρι τελευτῆς αὐτοῦ καὶ μετὰ τὴν τελευτὴν πᾶν τὸ πάκτον ἐπαναδραμεῖν εἰς τὰ αὐτὰ κοινὰ ἡμῶν τέκνα· εἰ δέ τις ἐθελήσειεν ἐκ τῶν τέκνων ἡμῶν ἢ ἄλλος ἐπελεύσασθαι τῷ ζῶντι ἢ ἀθετῆσαι ἢ παραβῆναι ἢ παρασαλεῦσαι ταύτην ἡμῶν τὴν ἀλληλομολογίαν ἢ δίαιταν κινεῖν ἐφʼ ᾧ τὸν ἐπελευσόμενονεπελευσομενου πρῶτον μὲν ἀλλό τριον καὶ ἄκληρον ἔσεσθαι τῆς παντοίας ὑποστάσεωςοστασεως τοῦ ἐπιχειροῦντος παραβαίνειν, ἔπειτα ἐπιγινώσκεινἐπιγινωσκει λόγῳ προστίμου χρυσοῦ νομίσματα δώδεκα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἐκ τῆς ὑποστάσεως τοῦ παραβαίνοντος μετὰ καὶ τοῦ μὲν μὴ ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένωνπρογεγραμμενων ἀλλὰ ἐρρῶσθαι αὐτὰ ἐπὶ τῷτο παντίπαντεί· καὶ προσεπὶ τούτοις πᾶσι ἐπωμοσάμεθα τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τοῦ παντοκράτορος Θεοῦ καὶ τῆς νίκης καὶ διαμονῆς τῶν γαληνοτάτων ἡμῶν δεσποτῶν μὴ παραβαίνειν τὰ προδεδηλουμένα διάστολα καὶ πρὸς ἡμῶν ἀσφάλειαν ταύτην ἐξεδόμεθα τὴν ἀλληλομολογίαν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Πατερμούθις υἱὸς Μηνᾶ μητρὸς Τσίας ναύτης ἀπὸ Συήνης καὶ ἡ τούτου σύμβιος Αὐρηλία Τκακὼ θυγάτηρ Ἰακώβου μητρὸς Ταπίας ὁρμώμενοι ἐν Συήνῃ οἱ προκείμενοι ἐθέμεθαἐθεμην τὴν παροῦσαν ἀλληλομολογίαναλλληομολογιαν καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Μᾶρκος Ἄπα Δίου στρατιώτης ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν παρόντων καὶ εἰπόντων μοι γράμματα μὴ εἰδότων. Φ Φλαύιος Κύρος Ἰωάνου κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Ἰωάννης Πατερμουθίου ἀπὸ βικαρίων βικαριανῶν ἀριθμοῦ Σηύνης μαρτυρῶ. Θεόφιλος ἐλάχιστος διάκονος μαρτυρῶ τῇ ὁμολογίᾳ αἰτηθεὶς παρὰ τῶν θεμένων. Φλαύιος Ἁτρῆς ΒίκτοροςΒίκτωρ στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Ἰωάννης ΚολλούθουΚολουθος κεντυρίωνκεντηρίων ἀριθμοῦ Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Ἀλλάμονος Πέτρου ἀπὸ βικαρίων βικαριανῶν ἐγράφη. ἀλληλομολογία τι Πατερμουθίου καὶ Τκακώ.Cross-references (3)
- TM-Text 19741 primary
- DDbDP-Text p.lond;5;1727 tier-1
- HGV-Text 19741 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.